# Panarion (Adversus haereses) 2-21

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Καϊντιλλιανῶν εἴτ᾿ οὖν Πεπουζιανῶν τῶν καὶ Πρισκιλλιανῶν, οἷς συνάπτονται Ἀρτοτυρῖται κݲθݲ, τῆς δὲ ἀκολουθίας μݲθݲ., Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/2-21

2. Κέχρηνται δὲ οὗτοι παλαιᾷ καὶ καινῇ διαθήκῃ καὶ ἀνάστασιν νεκρῶν ὁμοίως φάσκουσι. Κυΐντιλλαν δὲ ἔχουσιν ἀρχηγὸν ἅμα Πρισκίλλῃ, τῇ καὶ παρὰ τοῖς κατὰ Φρύγας. φέρουσι δὲ μαρτυρίας πολλὰς ματαίας, χάριν διδόντες τῇ Εὔᾳ, ὅτι πρώτη βέβρωκεν ἀπὸ τοῦ ξύλου τῆς φρονήσεως· καὶ τὴν ἀδελφὴν τοῦ Μωυσέως προφήτιδα λέγουσιν, εἰς μαρτυρίαν τῶν παρ᾿αὐτοῖς καθισταμένων γυναικῶν ἐν κλήρῳ. ἀλλὰ καί, φησί, τέσσαρες θυγατέρες ἦσαν τῷ Φιλίππῳ προφητεύουσαι. πολλάκις δὲ ἐν τῇ αὐτῶν ἐκκλησίᾳ εἰσέρχονται λαμπαδηφοροῦσαι ἐπτά τινες παρθένοι, λευχείμονες παρθένοι, λευχείμοννες δῆθεν ἐρχόμεναι, ἵνα προφητεύσωσι τῷ λαῷ. αἱ δὲ τρόπον τινὰ ἐνδεικνύμεναι ἐνθουσιασμοῦ τοῖς παροῦσι λαοῖς ἀπάτην ἐργάζονται κλαίειν τε ποιοῦσιν πάντας ὡς εἰς οἶκτον μετανοίας ἄγουσαι,δάκρυα χεόμεναι καὶ σχήματί τινι ἐποδυρόμεναι τὸν τῶν ἀνθρώπων βίον. ἐπίσκοποί τε παρ᾿αὐτοῖς γυναῖκες καὶ πρεσβύτεροι γυναῖκες καὶ τὰ ἄλλα. ὧν μηδὲν διαφέρειν φασίν »ἐν γὰρ Χριστῷ Ἰησοῦ οὕτε ἄρσεν οὕτε θῆλυ«. ταῦτά ἐστιν ἃ κατειλήφαμεν. Ἀρτοτυρίτας δὲ αὑτοὺς καλοῦσιν ἀπὸ τοῦ ἐν τοῖς αὐτῶν μυστηρίοις ἐπιτιθέντας ἄρτον καὶ τυρὸν [καὶ] οὕτως ποιεῖν τὰ αὐτῶν μυστήρια.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
