# Panarion (Adversus haereses) 2-23

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Θεοδοτιανῶν λδ, τῆς δὲ ἀκολουθίας νδ., Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/2-23

2. ἀλλ᾿ οὐκ ἔγνω ὁ τάλας ὅτι ἐν ταὐτῷ ὁ κύριος λέγει »τὴν ἀλή- θειαν, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου«. πατέρα δὲ ἑαυτοῦ λέγει τὸν θεόν· οὐ γὰρ ἄνθρωπον. εἰ γὰρ παρὰ ἀνθρώπου ἀκήκοεν, οὐκ ἐκαυχᾶτο τῇ μαρτυρίᾳ τῆς ἀληθείας, λέγων παρὰ ἀνθρώπων τὴν ἀλήθειαν ἀκηκοέναι· ἀλλ᾿ ἴνα σημάνῃ θεὸν αὐτὸν ὄντα ἐκ πατρὸς ἄνωθεν γεγεννημένον, ἄνθρωπον δὲ δι᾿ ἡμᾶς γενόμενον καὶ ἐν σαρκὶ ἀποκτανθέντα, ἐν θεότητι δὲ ἀεὶ ζῶντα. Εἶτά φησι μηδὲ ἁμαρτίαν πεποιηκέναι ἀρνησάμενον τὸν Χριστόν, »αὐτοῦ, φησί, τοῦ Χριστοῦ εἰπόντος· πᾶσα βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις«, καὶ »ὁ λέγων λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ· τῷ δὲ βλασφημοῦντι εἰς τὸ ἄγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ«. καὶ ἀγνοεῖ ὁ ἐλεεινὸς ἄνθρωπος ὄτι βουλόμενος ὁ κύριος προασφαλίσασθαι τὴν σωτηρίαν τῶν ποτὲ αὐτὸν βλασφημησάντων καὶ ἐπανακαμπτόντων εἰς μετάνοιαν, ἴνα μὴ ὁρίσῃ αὐτοῖς καταδίκην, τὸν λόγον προθεσπίζει, δι᾿ ὑπερβολὴν πρᾳότητος καὶ φιλανθρωπίας καὶ διὰ τὸ εἰδέναι αὐτὸν μέλλοντάς τινας ἐπανίστασθαι καὶ βλασφημεῖν τὸ ἄγιον πνεῦμα καὶ ἐν τάξει δούλου αὐτὸ ὁρίζεσθαι καὶ κτιστὸν καὶ ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας. διὸ ἐπασφαλιζόμενός φησιν »ὁ δὲ βλασφημῶν εἰς τὸ πνεῦμα τὸ ἄγιον, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐνταῦθα οὔτε ἐν τῷ μέλλοντι αἰῶνι«, οὐκ ἐπαινῶν τοὺς βλασφημοῦντας αὐτόν, ἀλλὰ τὴν αὐτοῦ πρόγνωσιν καὶ τὴν αὐτοῦ φιλανθρωπίαν δεικνύς, προασφαλιζομένην τὴν σωτηρίαν τῶν ἀπὸ βλασφημίας αὐτοῦ μετανοούντων. αὐτὸς γὰρ πάλιν φησίν »ὁ ἀρνησάμενός με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνηθήσεται ἐνώπιον τοῦ πατρός μου«, καὶ πάλιν »ἀρνήσομαι αὐτόν«, καὶ πάλιν »ὁ ὁμολογῶν ἐν ἐμοί, ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
