# Panarion (Adversus haereses) 2-27

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Σαβελλιανῶν μݲβݲ, τῆς δὲ ἀκολουθίας ξݲβݲ., Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/2-27
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epiphanius/panarion-adversus-haereses/2-27
CTS URN: urn:cts:greekLit:tlg2021.tlg002:2-27

2. Κέχρηνται δὲ ταῖς πάσαις γραφαῖς παλαιᾶς τε καὶ καινῆς διαθήκης, λέξεσι δέ τισιν αἶς αὐτοὶ ἐκλέγονται κατὰ τὴν ἰδίαυ αὐτῶν παραπεποιημένην φρενοβλάβειάν τε καὶ ἄνοιαν. πρῶτον μὲν τῷ ῥητῷ ᾦ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν ὄτι »ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἶς ἐστιν«, »οὐ ποιήσεις σεαυτῷ θεοὺς ἑτέρους«, »οὐκ ἔσονταί σοι θεοὶ πρόσφατοι«, ὄτι »ἐγὼ θεὸς πρῶτος καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἐστιν ἕτερος«· καὶ ὅσα τοιαῦτα *, κατὰ τὸν ἴδιον αὐτῶν νοῦν * εἰς τούτων [δὲ] παράστασιν φέρουσι. πάλιν ἀπὸ τοῦ εὐαγγελίου, ὅτι »ἐγὼ ἐν τῷ πατρὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἔν ἐσμεν«. Τὴν δὲ πᾶσαν αὐτῶν πλάνην καὶ τὴν τῆς πλάνης αὐτῶν δύναμιν ἔχουσιν ἐξ ἀποκρύφων τινῶν, μάλιστα ἀπὸ τοῦ καλουμένου Αἰγυπτίου εὐαγγελίου, ὥς τινες τούτῳ ὄνομα ἐπέθεντο. ἐν αὐτῷ γὰρ πολλὰ τοιαῦτα ὡς ἐν παραβύστῳ μυστηριωδῶς ἐκ προσώπου τοῦ σωτῆρος ἀναφέρεται, ὡς αὐτοῦ δηλοῦντος τοῖς μαθηταῖς τὸν αὐτὸν εἶναι πατέρα, τὸν αὐτὸν εἶοναι υἱόν, τὸν αὐτὸν εἶναι ὅγιον πνεῦμα. εἶτα ὅταν συναντήσωσί τισι τῶν ἀφελεστέρων ἢ ἀκεραίων, τῶν μὴ τὰ σαφῆ τῶν θείων γραφῶν γινωσκόντων, τὴν πρώτην πτύρσιν αὐτοῖς ὑφηγοῦνται ταύτην· τί ἄν εἴπωμεν, ὦ οὖτοι, ἕνα θεὸν ἔχομεν ἢ τρεῖς θεούς; ὅταν δὲ ἀκούσῃ ὁ ἐν εὐλαβείᾳ ὢν καὶ μὴ τὰ τέλεια τῆς ἀληθείας ἐπιστάμενος, εὐθὺς τὸν νοῦν ταραχθεὶς συγκατατίθεται τῇ ἐκείνων πλάνῃ [καὶ εὑρίσκεται ἀρνούμενος τὸν θεὸν] καὶ εὑρίσκεται ἀρνούμενος τὸ εἶναι υἱὸν καὶ [τὸ] ἅγιον πνεῦμα.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
