# Panarion (Adversus haereses) 2-6

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Φαρισαίων, ἀπὸ Ἰουδαϊσμοῦ <αἱρέσεως> γݲ, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/2-6

2. Ὡμολόγουν δὲ οὗτοι ἀνάστασιν νεκρῶν, ἐπίστευόν τε ἀγγέλους εἶναι καὶ πνεῦμα, ἠγνόησαν δὲ υἱὸν θεοῦ ὡς οἱ ἄλλοι. ἀλλὰ καὶ εἱμαρμένη καὶ ἀστρονομία παρ᾿ αὐτοῖς σφόδρα ἐχρημάτιζεν. αὐτίκα γοῦν τὰ Ἑλληνικὰ ὀνόματα τὰ ἐκ τῆς τῶν πεπλανημένων ἀστρονομίας κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον ἑτέροις ὀνόμασι παρ᾿ αὐτοῖς μετωνόμασται· οἷον Ἥλιος ἡμὰ καὶ σέμες, Σελήνη ἰέρεε καὶ ἀλβανά, ὅθεν καὶ μήνη καλεῖται (ἰέρεε γὰρ ὁ μὴν λέγεται, μήνη δὲ ἡ σελήνη, καὶ παρ’ Ἕλλησι διὰ τὸν μῆνα), Ἄρης χωχὲβ ὀκβόλ, Ἑρμῆς χωχὲβ ὀχομόδ, Ζεὺς χωχὲβ βάαλ, Ἀφροδίτη ζερούα ἤτοι λουήθ, Κρόνος χωχὲβ σαβήθ λέγεται δὲ παρ᾿ αὐτοῖς καὶ ἄλλοις ὀνόμασιν, οὐκ ἠδυνήθην δὲ ἀκριβῶς τὴν τούτων ἐπωνυμίαν ἐκθεῖναι). ἀλλὰ καὶ τὰ ματαίως νομιζόμενα εἰς ἀριθμὸν στοιχείων παρὰ τοῖς πεπλανημένοις ὀνόματα, ἃ ζῴδια καλοῦσι * καὶ ἀθεμίτως τὸν κόσμον εἰς ἀσέβειαν ἐπλάνησαν, οὕτω πάλιν Ἑβραϊκῶς [αὐτὰ] καλοῦσι· τελὰ σὼρ θωμὶμ σαρατὰν ἀρὶ βεθουλὰ μωζανὴ<μ> ἀκρὰβ κέσετ γαδὶ δαλλὶ οἵτινες τοῖς Ἕλλησι μάτην, λέγω δὴ οἱ Φαρισαιοι, ἀκολουθήσαντες μετωνόμασαν εἰς τὴν Ἑβραΐδα τὰ αὐτὰ ὀνόματα οὕτω· Κριὸν δὴ τὸν παρ᾿ ἐκείνοις λεγόμενον τελά, Ταῦρον σώρ, Διδύμους θωμίμ, Καρκίνον σαρατάν, Λέοντα ἀρί, Παρθένον βεθουλά, Ζυγὸν >, Σκορπίον ἀκράβ, Τοξότην κέσετ, Αἰγόκερων γαδί Ὑδρηχόον δαλλί, Ἰχθύας δεγγίμ.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
