Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.1-21
Not analysed yet
2. Ἀλλὰ οὐκ ἰσχύσουσιν ἐν τῇ κιβωτῶν οἱ τοιοῦτοι. ἐπιτρέπειται γὰρ ὁ ἅγιος Νῶε κατὰ τὸ ῥῆμα κυρίου ἐπασφαλίσασθαι τὴν τοιαύτην, ὥς φησι πρὸς αὐτόν »ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν«, ἵνα δείξῃ τὸ εἶδος τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, ἐχούσης τῆς ἀσφάλτου τὴν δύναμιν, τὴν ἀποδιώκουσαν τὰ δεινὰ καὶ ὀλετήρια ἑρπετώδη διδάγματα· ὕπου γὰρ θυμιᾶται ἡ ἄσφαλτος, οὐκ ἰσχύει στῆναι ὄφις.