# Panarion (Adversus haereses) 2.1-22-2

Epiphanius, Panarion (Adversus haereses), 2.1 to 2.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/2.1-22

2. Ἤδη δὲ περὶ τούτων πολλάκις ἐν ἄλλαις αἱρέσεσι διηγούμενος τὰς ἀνατροπὰς πεποίημαι· διὸ οὐκ ἀναγκαῖον ἡγησάμην περὶ πολλοῦ ποιήσασθαι τὴν αὐτῶν κατάλυσιν τῆς ἀνατροπῆς, ὡς ἤδη ἡμῶν ἐργασαμένων εἰς αὐτὸν τὸν Ἠλξαῖον εἴτ᾿ οὖν Ἠλξαῒ καὶ τοὺς ἀπ᾿ αὐτοῦ ἐν ταῖς ἄλλαις προδεδηλωμέναις αἱρέσεσι· πᾶσι γὰρ φωρατὸς ὁ τοιοῦτος καὶ ἡ ἐξ αὐτοῦ αἵρεσις ὅτι πεπλάνηται. ὡς οὖν σαύραν ἡλιακὴν πεπαικότες ῥάβδῳ ἐλπίδος Χριστοῦ καὶ τοῦ σταυροῦ ἐπὶ τὰς ἑξῆς ἔωμεν. ἄξιον γάρ ἐστιν ᾧ ὀνόματι ἑαυτοὺς καὶ οὗτοι ὠνόμασαν, τῷ αὐτῷ κεχρῆσθαι αἰνίγματι εἰς φράσιν τῆς αὐτῶν παραπεποιημένης ἐπωνυμίας. Σαμψαῖοι γὰρ ἑρμηνεύονται Ἡλιακοί·

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
