Ancient Greek
2.1 to 2.5
Epiphanius, Panarion (Adversus haereses) 2.1-23-5
Not analysed yet
2. Καὶ γὰρ παρά τισι τοῦ Μελχισεδὲκ ὁ πατήρ τε καὶ ἡ μήτηρ ἐμφέρεται· οὐκ ἔχει δὲ κατὰ τὰς ῥητὰς γραφὰς καὶ ἐνδιαθέτους τοῦτο. εἶπον δέ τινες Ἡρακλᾶν τινα καλεῖσθαι τὸν αὐτοῦ πατέρα, μητέρα δὲ Ἀστάρθ, τὴν δὴ καὶ Ἀστοριανήν. ἦν δὲ οὖτοῦ ἐξ ἑνὸς τῶν υἱῶν τῶν ἐπιχωρίων κατ᾿ ἐκεῖνο καιροῦ τῶν ἐν Σαυῇ πεδιάδι κατοικούντων. Σαλὴμ δὲ ἡ πόις ἐκαλεῖτο, περὶ ἦς ἄλλος ἄλλως ἐξέδωκε καὶ ἄλλος ἄλλως. οἱ μὲν γάρ φασιν αὐτὴν εἶναι τὴν νῦν Ἰερουσαλὴμ καλουμένην, ποτὲ δὲ Ἰεβοὺς λεγομένην, ἄλλοι δὲ ἔφασαν ἄλλην τινὰ Σαλὴμ εἶναι ἐν τῷ πεδίῳ Σικίμων, κατάντικρυ τῆς νυνὶ Νεαπόλεως οὕτω καλουμένης. εἴτε οὖν ἐντεῦθεν ἢ καὶ ἐκεῖθεν (οὐ μακρὰν <γὰρ> ἀλλήλων ἀφεστήκασιν οἱ τόποι) ὅμως ἡ ὑπόθεσις δηλοῖ τὸ ἔργον. »ἐξήνεγκε«, γάρ φησι, τῷ Ἀβραὰμ ἄρτους καὶ οἶνον, καὶ ἦν ἱερεὺς τοῦ ὑψίστου κατ᾿ ἐκεῖνον τὸν χρόνον«, ὃς εὐλόγησε τὸν Ἀβραὰμ καὶ δεκάτην ἔλαβε παρ᾿ αὐτοῦ. ἔδει γὰρ τὸν ἱερέα τοῦ ὑψίστου παρὰ δούλου θεοῦ τιμηθῆναι, καὶ πρῶτον μὲν τὸν Ἀβραὰμ προσενέγκαι τῷ ἐν ἀκροβυστίᾳ ἱερεῖ ἑρουργοῦντι, ἐπειδὴ ἐξ αὐτοῦ ἔμελλε τοῦ Ἀβραὰμ ἐκ περιτομῆς γίνεσθαι Ἡ ἱερωσύνη, ἵνα »πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ« ταπεινωθῇ, πρὸς τὸ μὴ αὐχοῦσαν τῆν περιτομὴν ἐπὶ τῇ ἱερωσύνῃ δύνασθαι ἀντιλέγειν τῇ τῆς ἁγίας θεοῦ ἐκκλησίας ἱερωσύνῃ, τῇ μὴ παρατηρουμένῃ σαρκὸς περιτομὴν ἢ ἀκροβυστίαν, ἔχουσαν δὲ τὴν μείζονα καὶ τελειοτάτην περιτομήν, τὸ λουτρὸν τῆς παλιγγενεσίας.