Ancient Greek
Haeresis praef2, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 2.1.1
Not analysed yet
Ἐπιφανίου ἐπισκόπου κατὰ αἱρέσεων τὸ ἐπικληθὲν πανάριον εἴτουν κιβώτιον. Ἀρχόμενος πίστιν τε καὶ ἀπιστίαν, εὐδοξίαν τε καὶ ἑτεροδοξίαν ἀναγγέιν τε καὶ λέγειν μνησθήσομαι τῆς ἀρχῆς τῆς τοῦ κόσμου καταβολῆς καὶ ἀκολουθίας, οὐ διὰ τῆς ἐμαυτοῦ δυνάμεως οὐδ’ ἀπὸ ἰδίων λογισμῶν ὁρμώμενος, ἀλλ᾿ ὡς ὁ θεὸς ὁ πάντων δεσπότης καὶ ἐλεήμων ἀπεκάλυψε τοῖς ἑαυτοῦ προφήταις καὶ δι᾿ αὐτῶν ἡμᾶς τῆς τοῦ παντὸς γνώσεως κατὰ τὸ ἐγχωροῦν ἀνθρωπείᾳ φύσει κατηξίωσε.