Ancient Greek
Haeresis 2, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 2.1.13
Not analysed yet
ὡς καὶ περὶ τούτων τὴν ἀκρίβειαν εἴ τις ἐθέλοι καταλαβέσθαι, εὕροι ἄν ἕκαστον τῶν προκεχωρηκότων καθ᾿ ἑκάστην τινὰ πατρίδα πῶς εἴληχε τὸν κλῆρον, ὡς ὁ Μιστρὲμ μὲν διαδέχεται τὸν τῆς Αἰγύπτου κλῆρον ,Χοὺς δὲ τὴν Αἰθιοπίδα ,Ψοῦς τὰ Ἀξωμιτικὰ μέρη, Ῥέγμα καὶ Σαβακαθὰ καὶ †Θωϋὰν καὶ †Λοὺδ τὰ πρὸς τῇ Γαραμῶν χώρᾳ. καὶ ἴνα μὴ εἰς πολὺ πλάτος ποιήσωμαι τὴν ἐνταῦθα σύνταξιν τοῦ προοιμίου, ἐλεύσομαι πάλιν ἐπὶ τὸ προκείμενον καὶ κατὰ τὴν διαδοχὴν αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας.