Ancient Greek
Haeresis 2, Chapter 1
Epiphanius, Panarion (Adversus haereses) 2.1.3
Not analysed yet
καὶ οὐδὲν ἠν ἐπὶ τῆς γῆς οὐχ αἵρεσις, οὐ γνώμη ἑτέρα καὶ ἑτέρα, ἀλλ’ ἤ μόνον ἄνθρωποι ἐκαλοῦντο, »ἑνὸς χείλους καὶ μιᾶς γλώττης«. ἦν δὲ μόνον ἀσέβεια καὶ εὐσέβεια ὁ κατὰ φύσιν νόμος καὶ ἡ κατὰ φύσιν ἑκάστου θελήματος οὐκ ἀπὸ διδασκαλίας οὔτε ἀπὸ συγγραμμέτων [συγγραφέων] πλάνη, οὐκ Ἰουδαϊσμὸς οὐχ Ἑλληνισμὸς οὐχ αἴρεσις ἑτέρα τις, ἀλλ’ ὡς εἰπεῖν ἡ νῦν πίστις ἐμπολιτευο μένη ἐν τῇ ἄρτι ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ, ἀπ᾿ ἀρχῆς οὖσα καὶ ὕστερον πάλιν ἀποκαλυφθεῖσα.