# Panarion (Adversus haereses) 2.1.4-10

Epiphanius, Panarion (Adversus haereses), 2.1.4 to 2.1.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/2.1.4

τῷ γὰρ βουλομένῳ φιλαλήθως * ἰδεῖν * ἀρχὴ πάντων ἐστὶν ἡ καθολικὴ καὶ ἁγία ἐκκλησία, ἐξ αὐτοῦ τοῦ σκοποῦ. Ἀδὰμ γὰρ Ε; πρωτόπλαστος πέπλασται οὐκ ἐμπερίτομος, ἀλλ’ ἀκροβύστης μὲν τῇ σαρκί, οὐκ εἰδωλογάτρης δὲ ἦν καὶ ᾔδει πατέρα θεὸν καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· προφήτης γὰρ ἠν. οὐκ ἔχων τοίνυν περιτομὴν οὐκ ἠν Ἰουδαῖος, ξόανα δὲ μὴ προσκυνῶν ἢ ἄλλο τι οὐκ ἦν εἰδωλολάτρης· προφήτης γὰρ <ἦν> ὁ Ἀδὰμ καὶ ὅτι ὁ πατὴρ εἶπε τῷ υἱῷ ποιήσωμεν ἄνθρωπον«. τί οὖν ἦν, μήτε περιτομὴν ἔχων μήτε εἴδωλα σέβων , ἀλλ᾿ ὅτι τοῦ Χριστιανισμοῦ τὸν χαρακτῆρα ὑποφαίνων ἐδείκνυτο; οὕτως καὶ ἐπὶ τοῦ Ἄβελ καὶ ἐπὶ τοῦ Σὴθ καὶ ἐπὶ τοῦ Ἐνὼς καὶ ἐπὶ τοῦ Ἐνὼχ καὶ ἐπὶ τοῦ Μαθουσάλα καὶ ἐπὶ τοῦ Νῶε καὶ ἐπὶ τοῦ Ἔβερ ἄχρι τοῦ Αβρα]αμ διαληπτέον. ἐνήργει δὲ τότε εὐσέβειά τε καὶ ἀσέβεια, πίστις καὶ ἀπιστία· πίστις μὲν ἐπέχουσα τοῦ Χριστιανισμοῦ τὴν εἰκόνα, ἀπιστία δὲ ἐπέχουσα ἀσεβείας τὸν χαρακτῆρα καὶ παρανομίας, ἐναντία τοῦ κατὰ φύσιν νόμου, ἕως τοῦ προδεδηλωμένου χρόνου. πέμπτῃ τοίνυν γενεᾷ μετὰ τὸν κατακλυσμόν, πληθυνόντων ἄρτι τῶν ἀνθρώπων ἀπὸ τῶν τριῶν υἱῶν τοῦ Νῶε, κατὰ διαδοχὴν παίδων παῖδες καὶ τούτων παῖδες γεγόνασιν ἐβδομήκοντα δύο τὸν ἀριθμὸν ἐν κόσμῳ ἀρχηγέται καὶ κεφαλαιωταί. ἐπεκτεινόμενοι δὲ καὶ πρόσω βαίνοντες ἀπὸ τοῦ Λουβὰρ ἄρους καὶ ὁρίων τῆς Ἀρμενίας τουτέστιν Ἀραρὰτ τῆς χώρας γίνονται ἐν πεδίῳ Σεναάρ, ἔνθα που * ἐπελέξαντο· | κεῖται D285 δὲ αὕτη ἡ Σεναὰρ νυνὶ ἐν χώρᾳ τῇ Περσίδι· ἦν δὲ πάλαι Ἀσσυρίων. ἐκεῖσε τοίνυν συνδυάσαντες συμβούλιον λαμβάνουσι μετ᾿ ἀλλήλων πύργον καὶ πόλιν οἰκοδομῆσαι· ἀπὸ δὲ τοῦ κλίματος τοῦ πρὸς Εὐρώπην εἰς Ἀσίαν κεκλικότες ἐπωνομάσθησαν χάντες κατὰ τὴν τοῦ χρόνου ἐπίκλησιν Σκύθαι.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
