# Panarion (Adversus haereses) 2.10-12

Epiphanius, Panarion (Adversus haereses), 2.10 to 2.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/2.10

ἄρα γε οὔπω ἤκουσας τοῦ ῥητοῦ τοῦ λέγοντος ὅτι »δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρςίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθαναςίαν«; ἢ οὐκ ἔπεισέ σε Ἠσαΐας ὁ προφήτης λέγων »καὶ ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις;«, αὐτὸς δὲ ὁ κύριος λέγων ὅτι »καὶ ἐγερθήσονται μὲν οὗτοι εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς κόλασιν αἰώνιον»; ἢ οὐ μέμνησαι τοῦ Ἄβελ μετὰ θάνατον τῆς πρὸς θεὸν ὁμιλίας, ὡς οὐ τὴν ψυχὴν λέγει ἐντυγχάνειν καὶ βοᾶν πρὸς τὸν θεόν, ἀλλὰ τὸ αἷμα; αἶμα δὲ οὐ ψυχὴ ὑπάρχει, ἀλλ’ ἐν τῷ αἵματι ἡ ψυχή ἐστιν. σῶμα γάρ ἐστι τὸ αἇμα ὁρατόν, ἡ δὲ ψυχὴ ἀόρατός τις ὑπάρχουσα ἐν τῷ αἵματι ἔχει τὸν χῶρον. καὶ ἐκ πανταχόθεν ἐλήλεγκταί σου, ὦ Βαρδησιάνη. ἡ κακοπιστία. ἀνατρεπομένη ἐξ αὐτῆς τῆς ἀληθείας.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
