Ancient Greek
Κατὰ Μαρκωσίων ιδ, τῆς δὲ ἀκολουθίας λݲδݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.14
Not analysed yet
τὸ γὰρ κελεῦον τοῦ κελευομένου μεῖζόν τε καὶ κυριώτερον, ἐπεὶ τὸ μὲγ προηγεῖται, τὸ δὲ ὑποτέτακται. εἰ οὖν Μάρκος μὲν κελεύει ἢ ἄλλος τις, ὡς εἰώθασιν ἐπὶ τοῖς δείπνοις <ἀπὸ> τοῦ οὗτοι πάντοτε παίζειν καὶ ἀλλήλοις ἐγκελεύσεθαι τὸ προφητεύειν καὶ πρὸς τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς μαντεύεσθαι, ἔσται ὁ κελεύων μείζων τε καὶ κυριώτερος τοῦ προφητικοῦ πνεύματος, ἄνθρωπος ὤν, ὅπερ ἀδύνατον.