Ancient Greek
2.2 to 2.6
Epiphanius, Panarion (Adversus haereses) 2.2-4-6
Not analysed yet
πάλιν δὲ γυναιξὶνἐπιδοὺς ἐκπόματα κεκραμένα αὐτὰς εὐχαριστεῖν ἐγκελεύεται παρεστῶτος τοῦ κεκομισμένον *ἐπιλέγων ἅμα οὕτως »ἡ πρὸ τῶν ὅλων, ἡ ἀνεννόητος καὶ ἄρρητος Χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς, ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν«. καὶ τοιαῦτά τινα εἰπὼν καὶ ἐξοιστρήσας τὴν ταλαίπωρον θαυματοποιὸς ἀνεφάνη, τοῦ μεγάλου πληρωθέντος ἐκ τοῦ μακροῦ ποτηρίου, ὥστε καὶ ὑπερεκχεῖσθαι ἐξ αὐτοῦ. καὶ ἄλλα τινὰ τούτοις παραπλήσια ποιῶν ἐξηπάτησε πολλοὺς καὶ ἀπαγήοχεν ὀπίσω αὐτοῦ. Εἰκὸς δὲ αὐτὸν καὶ δαίμονά τινα πάρεδρον ἔχειν, δι᾿ οὗ αὐτὸς τε προφητεύειν δοκεῖ καὶ ὅσας ἀξίας ἡγεῖται <γενέσθαι> μετόχους τῆς χάριτος αὐτοῦ προφητεύειν ποιεῖ. μάλιστα γὰρ περὶ γυναῖκας ἀσχολεῖται καὶ τούτων τὰς εὐπαρύφους καὶ περιπορφύρους καὶ πλουσιωτάτας, ἅς πολλάκις ὑπάγεσθαι πειρώμενος, κολακεύων φησὶν αὐταῖς »μεταδοῦναί σοι θέλω τῆς ἐμῆς Χάριτος, ἐπειδὴ ὁ πατὴρ τῶν ὅλων τὸν ἄγγελόν σου διὰ παντὸς βλέπει πρὸ προσώπου αὐτοῦ. ὁ δὲ τόπος τοῦ Μεγέθους ἐν ἡμῖν ἐστί·