Ancient Greek
Κατὰ Σαμψαίων λݲγݲ, τῆς δὲ ἀκολουθίας νݲγݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.3-6
Not analysed yet
διὸ καὶ τοῦ ζῴου ἐπεμνήσθημεν. ταύτην γὰρ σαύραν οὕτω κικλῄσκουσιν ἡλιακὴν οἱ ἄνθρωποι. χείρων δὲ ἡ αἵρεσις αὕτη τῆς σαύρας, μηδὲ τὸ ἀκαριαῖον τῆς ὠφελείας αὐτῆς ἔχουσα. ἐκείνη γὰρ ἀμβλυωπήσασα χρόνῳ ἀναβλέπει διὰ ἡλιακῆς στροφάλιγγος· ἐν φωλεῷ <γὰρ> πρὸς ἀνατολὴν προσέχοντι ἑαυτὴν προσθλίψασα καὶ νηστεύσασα πρὸς ἀνατολήν <τε> κατανοοῦσα ἀποτίθεται τὴν ἀμβλυωπίαν· αὕτη δὲ φημι ἡ αἵρεσις ἐν ἅπασιν <τὴν> ἀφροσύνην κέκτηται τοῦ ζῴου, οὐ μὴν κἂν τὸ ὀλίγον τοῦ ἐπαίνου.