Ancient Greek
2.4 to 2.5
Epiphanius, Panarion (Adversus haereses) 2.4-5
Not analysed yet
ἠν δὲ πρὸ αὐτοῦ τοῦ Δαυὶδ ὁ φύσει πρῶτος βασιλεύσας ἐν Ἰσραὴλ Σαοὺλ υἱὸς Κεὶς ἐκ φυλῆς Βενιαμίν, *καὶ οὐκέτι αὐτὸν διεδέξατο υἱός, ἀλλὰ μετέστη τὸ βασίλειον αὐτοῦ εἰς Δαυίδ, διὰ δὲ Δαυὶδ πρώτου εἰς τὴν φυλὴν Ἰούδα. πρῶτος γὰρ τῷ αὐτῷ Ἰακὼβ παῖς γίνεται Ῥουβήν, δεύτερος Συμεών, τρίτος Λευί, τέταρτος Ἰούδας, ὅθεν Ἰουδαῖοι καλοῦνται διὰ τὴν φυλὴν Ἰούδα, τοῦ γένους τῶν θεοσεβῶν εἰς τὸ ὄνομα τοῦτο μεταπεσόντος. ἐκαλοῦντο γοῦν Ἰσραηλῖται καὶ Ἰουδαῖοι.