Ancient Greek
2.5 to 2.6
Epiphanius, Panarion (Adversus haereses) 2.5-3-6
Not analysed yet
θηλυκοῖς γὰρ ἀεὶ διανοήμασι προσπελάζει, ἡδονῇ τε καὶ ἐπιθυμίᾳ τουτέστι τῇ ἀγνοίᾳ τῇ ἐν ἀνθρώποις θηλυνομένῃ καὶ οὐχὶ τῷ στερεῷ λογισμῷ τῷ εὐλόγως τὰ πάντα νοοῦντι καὶ θεὸν ἀπὸ τοῦ κατὰ φύσιν νόμου ἐπιγινώσκοντι. λέγει γὰρ ἑαυτὸν εἰναι Χριστὸν ὁ παρ᾿ αὐτοῖς ὄφις, μᾶλλον δὲ οὐκ αὐτός οὐ γὰρ δύναται φθέγξασθαι), ἀλλὰ ὁ τὴν αὐτῶν ἔννοιαν οὕτω φρονεῖν παρασκευάσας διάβολος.