Ancient Greek
Κατὰ μελχισεδεκιανῶν λε, τῆς δὲ άκολουθίας νݲεݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.7-5
Not analysed yet
μετετίθετο γὰρ εἰς τὴν πρὸ τοῦ Λευὶ καὶ πρὸ Ἀαρὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερωσύνην, ἥτις νυνὶ ἐν τῇ ἐκκλησίᾳ πολιτεύεται, ἀπὸ τῆς τοῦ κυρίου ἐνσάρκου παρουσίας καὶ δεῦρο, μηκέτι τοῦ σπέρματος κατὰ διαδοχὴν ἐκλεγομένου, ἀλλὰ τοῦ κατὰ ἀρετὴν τύπου ζητουμένου.