# Panarion (Adversus haereses) 2.7-10

Epiphanius, Panarion (Adversus haereses), 2.7 to 2.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/2.7

ἕκαστον δὲ αἰῶνα ἀρρενόθηλυν καὶ ζεῦγός φησιν αὐτὸς καὶ οἱ αὐτοῦ· δεκαπέντε δὲ δυάδας φασὶν εἶναι, ἃς συζυγίας καλοῦσι. τὸν ἀριθμὸν δὲ εἶναι τριάκοντα αἰῶνας, ἑκάστην δὲ θήλειαν γεννᾶν ἀπὸ τοῦ ἄρρενος τοὺς καθεξῆς αἰῶνας· εἶναι δὲ τούτους ὡς ὑποτέτακται, κατὰ ἀντιπαράθεσιν ἑκάστου ἀρ- ρενικοῦ ὀνόματος τεταγμένου ἄντικρυς τοῦ θηλυκοῦ ὀνόματος, καὶ ἔστιν· Ἀμψίου Αὐραὰν Βουκοῦα Θαρδουοῦ Οὐβουκοῦα θαρδεδδεὶν Μερεξὰ Ἀτὰρ Βαρβὰ οὐδουὰκ Ἐστὴν Οὐδουουὰκ Ἐσλὴν] Ἀμφαὶν Ἐσσουμὲν] Οὐανανὶν Λαμερτάρδα Ἀθαὲς Σουμὶν Ἀλλωρὰ Κουβιαθὰ Δαναδαρία Δαμμὼ Ὠρὴν λαναφὲκ Οὐδινφὲκ Ἐμφιβοχὲ Βάρρα Ἀσίου Ἀχὲ Βελὶμ Δεξαριχὲ Μασεμών. καὶ οὕτως μὲν σύγκεινται ὡς κατὰ συζυγίαν ἀρρενοθήλεος, ἐν δὲ τῇ ἀκολουθίᾳ κατὰ διαδοχὴν οὕτως· Ἀμψίου Ἀὐραὰν Βουκοῦα Θαρδουοῦ Οὐβουκοῦα Θαρδεδδεὶν Μερεξὰ Ἀτὰρ βαρβὰ Οὐδουὰκ Ἐστὴν Οὐδουουὰκ Ἐσλὴν] Ἀμφαὶν Ἐσσουμὲν] Οὐανανὶν Λαμεράρδε Ἀθαμὲς Σουμὶν Ἀλλωρὰ Κουβιαθὰ Δαναδαρία Δαμμὼ Ὠρὴν Λαναφὲκ Οὐδινφὲκ Ἐμφιβοχὲ Βάρρα Ἀσσίου Ἀχὲ Βελὶμ Δεξαριχὲ Μασεμών· ὡν ὀνομάτων ἑρμηνεῖσί εἰσιν αἵδε· Βυθὸς <καὶ> Σιγή. Νοῦς καὶ Ἀλήθεια, Λόγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία, Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπίς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Θελητὸς (ὁ καὶ Φῶς) καὶ Μακαριότης, Ἐκκλησιαστικὸς καὶ Σοφία, Βύθιος καὶ Μῖξις Ἀγήρατος καὶ Ἕνωσις, Αὐτοφυὴς καὶ Σύγκρασις, Μονογενὴς καὶ Ἑνότης, Ἀκίνητος καὶ Ἡδονή.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
