Ancient Greek
2.8 to 2.9
Epiphanius, Panarion (Adversus haereses) 2.8-3-9
Not analysed yet
ἐν γνώσει δὲ ταύτην γενομένην καὶ φυγοῦσαν τὸ βάπτισμα τῆς ἐκκλησίας καὶ τὸ ὄνομα τοῦ Σαβαὼθ τοῦ τὸν νόμον δεδωκότος ἀνιέναι καθ᾿ ἕκαστον οὐρανὸν καὶ ἀπολογίαν διδόναι ἑκάστῃ ἐξουσίᾳ καὶ οὕτως ὑπερβαίνειν πρὸς τὴν ἀνωτέραν Μητέρα καὶ Πατέρα τῶν ὅλων, ὅθεν δὴ κατῆλθεν εἰς τόνδε τὸν κόσμον. ἤδη δὲ εἶπον ὡς ἀναθεματίζουσι τὸ βάπτισμα, ὡς »μυῖαι θανατοῦσαι σαπριοῦσαι σκευασίαν ἐλαίου ἡδύσματος«, ὡς ἐπὶ τούτων καὶ τῶν ὁμοίων αὐτοῖς ἡ παραβολὴ τῷ Ἐκκλησιαστῇ εἴρηται. μυῖαι γάρ εἰσιν ὡς ἀληθῶς θανατοῦσαι καὶ θάνατον ἐμποιοῦσαι καὶ σαπρίζουσαι τὸ μυρεψικὸν ἔλαιον τοῦ ἡδύσματος, τὰ ἅγια τοῦ θεοῦ μυστήρια τὰ ἐν τῷ λουτρῶ ἡμῖν εἰς ἄφεσιν ἁμαρτιῶν κεχαρισμένα.