Ancient Greek
2.8 to 2.9
Epiphanius, Panarion (Adversus haereses) 2.8-6-9
Not analysed yet
ἀλλὰ καὶ Ἠσαῦ τὰ πρωτοτόκια δι᾿ ἑψέματος πυροῦ ἀπώλεσεν, ὥς φησιν ἡ γραφή, τὸ αὐτὸ καλοῦσα ἕψεμα πυροῦ καὶ φακῆς (οἶμαι δὲ τάχα ὅτι οὐκ ἀπὸ πυροῦ τουτέστιν ἀπὸ σίτου ἦν, ἀλλὰ τάχα ὡς ἤδη ἑψημένον λείψανον φακοῦ καὶ ἔτι ἐπιτεθὲν πυρὶ τὸ αὖθις πυρωθὲν ἡ γραφὴ <ἕψεμα> πυροῦ διηγήσατο, διὰ τὸ ἐπιθερμανθῆναι μετὰ τὸ ψυχρωθῆναι). καὶ ὡς ἐκεῖνος δι᾿ οἶνον ἐγυμνώθη μηδὲν ἀδικηθείς, οὕτως οὗτος μᾶλλον διὰ πεῖναν καὶ ἀπληστίαν τὰ πρωτοτόκια ἀπολέσας [μᾶλλον] ὑπὲρ τὸν οἶνον ἠδίκηται. καὶ οὐδὲν ἰσχύει ἐγγὺς τῆς ἀληθείας παραπεποιημένη λέξις οὐδὲ μυθώδης τις ἐπινενοημένη δραματουργία.