Ancient Greek
Κατὰ τῶν κατὰ Φρύγας ἤτοι Μοντανιστῶν καλουμένων ἢ καὶ Τασκοδρουγιτῶν κݲηݲ, τῆς δὲ ἀκολουθίας μݲηݲ., Chapter 2
Epiphanius, Panarion (Adversus haereses) 2.8-7
Not analysed yet
καὶ ἰδεῖν ἔστι πῶς πάντες οἱ ἀπὸ τῆς ἀληθείας ἑαυτοὺς ἀπαλλοτριώσαντες, ὅτι οὐκ ἑν εὐσταθείᾳ τινὶ λόγου μεμενήκασιν, ἀλλ᾿ ὡς νήπιοι ὑπὸ τοῦ ἀεὶ πλανῶντος ὄφεως παραπεπλεγμένοι εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδώκασι καὶ εἰς τὸ γενέσθαι κατάβρωμα τοῦ λύκου ἔξω τῆς μάνδρας εὑρεθέντες παρελκυσθῆναί <τε> καὶ οὕτως ἀπολέσθαι, μὴ μάνδρας τοῦντες τὴν ἀρχήν, ἀλλὰ καταλείψαντες τὴν ἀλήθειαν, ἐν ναυαγίῳ ἐαυτοὺς καὶ ἐν κλύδωνι τῆς πάσης πλάνης παραδεδώκασιν.