Ancient Greek
2.8 to 2.9
Epiphanius, Panarion (Adversus haereses) 2.8-8-9
Not analysed yet
οὕτω γὰρ καὶ ἐν τῷ πεποιηκέναι τὸ Πάσχα ἐν τῇ Ἱεριχὼ εὐθὺς ἐπήνεγκεν ἡ θεία γραφὴ λέγουσα »καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καὶ ἔφαγον ἐν Γαλγάλοις, καὶ ἐξέλιπε τὸ μάννα«, προσμαρτυροῦσα αὐτοῖς [ἡ θεία γραφὴ] καὶ προφητεύουσα ὅτι τῷ πάθει κυρίου διὰ τὴν αὐτῶν ἐπαρνησιθεΐαν λήξει πρα᾿ αὐτοῖς ἡ βρῶσις ἡ ἀγγελικὴ καὶ ἐπουράνοις, ὅπερ μάννα παρ᾿ αὐτοῖς κέκληται.