# Panarion (Adversus haereses) 2

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Στωϊκῶν, ἀπὸ Ἑλληνισμοῦ <αἱρέσεως> γݲ. τῆς δὲ ἀκολουθίας ε., Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epiphanius/panarion-adversus-haereses/2
CTS URN: urn:cts:greekLit:tlg2021.tlg002:2

2. Πόθεν εἴληφας, ὠ οὑτος, τὴν τῆς διδασκαλίας ὑφήγησιν; ἢ ποῖον πνεῦμα ἅγιον οὐρανόθεν λελάληκέ σοι περὶ τῆς σοῦ πλάνης; δύο μὲν γὰρ ἐπὶ τὸ αὐτὸ σύγχρονα, ὕλην καὶ θεόν, βεβιασμένως λέγεις· πεσεῖται γάρ σου ὁ λόγος καὶ ἀσύστατος ἔσται. ὁμολογεῖς μὲν γάρ τινα εἶναι δημιουργόν, ὃν καὶ παντοκράτορα φῄς, τοῦτον δὲ μερίζεις εἰς πολυθεΐαν. τίνος δ’ ἂν εἴη δημιουργός, εἰ σύγχρονος εἴη ἡ ὕλη; έσται γὰρ καθ᾿ ἑαυτὴν ἑαυτῆς δεσπόζουσα ἡ μὴ ἀπὸ αἰτίου τινὸς λαβοῦσα τὴν ἀρχὴν καὶ οὐχ ὑποτασσομένη. εἰ δὲ ὁ δημιουργὸς παρὰ ταύτης λαμβάνει, προβολὴν ταύτην εὑράμενος, ἀδράνειά τις ἄν εἴη καὶ ἔρανος δι’ ἀπορίαν τῷ προσπορισαμένῳ οὐκ ἀπὸ τῶν ἰδίων ἀλλ᾿ ἐξ ὑποκειμένων ἀλλοτρίων ; ὅπως τὸ ἴδιον ὑποστήσεται δημιούργημα. καὶ περὶ τοῦ τῶν ψυχῶν μεταγγισμοῦ πολλή τις ἡ φαυλότης τῆς παραπεποιημένης σου διανοίας, ἐθελόσοφε καὶ γνῶσιν ἀνθρώποις ἐπαγγελλόμενε. εἰ γὰρ μέρος θεοῦ ὑπάρχει καὶ ἀθάνατος, σώματα δὲ οἰκτρὰ οὐ μόνον εἴποιμι * θηρίων δὲ καὶ ἑρπετῶν καὶ κνωδάλων δυσγενῶν τῇ πλάσει αὐτῆς συνάπτεις τῇ ἀπὸ θεοῦ κατὰ σὲ τὴν οὐσίαν κεκτημένῃ, καὶ τί ἂν γένοιτο τούτου μοχθηρότερον;

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
