Ancient Greek
20.1 to 20.2
Epiphanius, Panarion (Adversus haereses) 20.1-2
Not analysed yet
20. Καὶ πρῶτον μὲν περὶ τοῦ Χριστοῦ ὅτι οὐ ψιλὸς ἄνθρωπος ῥητέον. οὐ δύναται γὰρ ὁ γεννηθεὶς κατὰ πάντα <ὡς> ἄνθρωπος ἕνεκα τῷ κόσμῳ δοθήσεσθαι, ὡς περὶ αὐτοῦ προεθέσπιζε τὸ ἅγιον πενῦμα, ὅτε τῷ Ἄχαζ ἔλεγεν »αἴτησαι σεαυτῷ σημεῖον«· κἀκείνου μὴ αἰτήσαντος, τότε φησὶν ὁ προφήτης »αὐτὸς κύριος δώσει ὑμῖν σημεῖον· ἐκοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει«. παρθένος δὲ οὐ καλεῖται ἡ συν- αφθεῖσα ἀνδρὰ καὶ γαμηθεῖσα γυνή, παρθένος δὲ ἐκείνη κυρίως λέγοιτ' ἄν ἡ ἄνευ ἀνδρὸς τὴν σύλληψιν τοῦ θεοῦ Λόγου κατὰ ἀλήθειαν ἐσχηκυῖα,