Ancient Greek
20.1 to 20.7
Epiphanius, Panarion (Adversus haereses) 20.1-3-7
Not analysed yet
20. Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι καὶ μυσταγωγίαν ἐπιτελοῦσι μετ᾿ ἐπιρρήσεών τινων τοῖς τελουμένοις καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπ᾿ αὐτῶν γινόμενον κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν· οἱ δὲ ἄγουσιν ἐφ᾿ ὕδωρ καὶ βαπτίζοντες οὕτως ἐπιλέγουσιν »εἰς ὄνομα ἀγνώστου πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν μητέρα >πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν εἰς ἕνωσιν καὶ ἀπολύτρωσιν καὶ κοινωνίαν τῶν δυνάμεων«. ἄλλοι δὲ Ἑβραϊκά τινα ὀνόματα ἐπιλέγουσι πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελουμένους, οὕτς· βασεμὰ χαμοσσὴ βααιανοορὰ μισταδία ῥουαδὰ κουστὰ βαβοφὸρ καλαχθεῖ. τούτων δ᾿ ἡ ἑρμηνεία ἐστὶ τοιαύτη· ὑπὲρ πᾶσαν δύναμιν τοῦ Πατρὸς ἐπικαλοῦμαι *φῶς ὀνομαζόμενον καὶ πνεῦμα ἀγαθὸν καὶ ζωή, ὅτι ἐν σώματι ἐβασίλευσας. ἄλλοι δὲ πάλιν τὴν λύτρωσιν *ἐπιλέγουσιν οὕτως· τὸ ὄνομα τὸ ἀποκεκρυμμένον ἀπὸ πάσης θεότητος καὶ κυριότητος καὶ ἀληθείας, ὃ ἐνεδύσατο Ἰησοῦς ὁ Ναζαρηνὸς ἐν ταῖς ζώναις τοῦ φωτὸς τοῦ Χριστοῦ, Χριστοῦ ζῶντος διὰ πνεύματος ἁγίου, εἰς λύτρωσιν ἀγγελικήν, ὄνομα τὸ τῆς ἀποκαταστάσεως· Μεσσία οὐφαρέγνα μεμψαι μὲν χαλ δαίαν μοσομὴ δαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία. καὶ τούτων δὲ ἡ ἑρμηνεία ἐστὶν τοιαύτη· οὐ διαιρῶ τὸ πνεῦμα, τὴν καρδίαν καὶ τὴν ὑπερουράνιον δύναμιν τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, σωτὴρ ἀληθείας. καὶ ταῦτα μὲν ἐπιλέγουσιν αὐτοὶ οἱ τελοῦντες, ὁ δὲ τετελεσμένος ἀποκρίνεται· ἐστήριγμαι καὶ λελύτρωμαι καὶ λυτροῦμαι τὴν ψυχήν μου ἀπὸ τοῦ αἰῶνος τούτου καὶ πάντων τῶν παρ᾿ αὐτοῦ ἐν τῷ ὀνόματι τοῦ Ἰαώ, ὃς ἐλυτρώσατα τὴν ψυχὴν αὐτοῦς εἰς, ἀπολύτρωσιν ἐν τῷ Χριστῷ τῷ ζῶντι. εἶτ᾿ ἐπιλέγουσιν οἱ παρόντες· εἰρήνη πᾶσιν, ἐφ᾿ οὓς τὸ ὄνομα τοῦτο ἐπαναπέπαυτι. ἔπειτα μυρίζουσι τὸν τετελεσμένον τῷ ὀπῷ τῷ ἀπὸ βαλσάμου. τὸ γὰρ μύρον τοῦτο τόΠοι τῆς ὑπὲρ τὰ ὅλα εὐωδίας εἶναι λέγουσιν.