Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 20
Epiphanius, Panarion (Adversus haereses) 20.1-4
Not analysed yet
20. Τελειωθέντων γὰρ πάντων τῶν κατὰ τὸ βάπτισμα καὶ κατὰ τὸν πειρασμόν, ἐλθόντος τοῦ Ἰησοῦ λοιπον καὶ ὀλίγων ἡμερῶν <χρόνον>, καθὼς πολλάκις εἶπον, διατρίψαντος ἔν τε τῇ Ναζαρὲτ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ περὶ τὴν Καφαρναούμ, μετά <τε> τὸ συναντῆσαι τῷ Ἰωάννῃ ἐπὶ τοῦ Ἰορδάνου *καὶ τῇ ἐπαύριον τινὰς τῶν μαθητῶν συμπαρειληφότος, πρῶτον τοῦτο σημεῖον ἐν Κανᾷ πεποίηκε τῇ τρίτῃ ἡμέρᾳ ἀπὸ Ἰωάννου, εἰκοστῇ δὲ τῆς ἀπὸ τοῦ πειρασμοῦ ἐπανόδου, καὶ <ἄρχεται> τοῦ κηρύγματος.