# Panarion (Adversus haereses) 20.4-6

Epiphanius, Panarion (Adversus haereses), 20.4 to 20.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/20.4

ποία δὲ προσδοκία καὶ ποῖα παιδία ἀλλ' ἤ τὸ παρθένον γεννῆσαι ἄνευ ὠδίνων, ὅπερ οὐδμοῦ γεγένηται, καὶ τὸ τὸν δἰ αὐτὸν ἀπὸ Ἐλισάβετ κατὰ ἐπαυυελίαν γεννηθέντα Ἰωάννην παῖδα *, εἰ καὶ ὁ Ἰωάννης δἰ\ὠδίνων γεγέννηται; πῶς οὖν οὗτοι ἐκ σπέρματος ἀνδρος ψιλὸν ἄνθρωπον ὁρίζονται τὸν σωτῆρα; πῶς οὐ γνωσθήσεται ὡς καὶ Ἰερεμίας περὶ αὐτοῦ φησιν ὅτι »ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν«; διηγούμενος γὰρ ὁ προφήτης περὶ αὐτοῦ ἔλεγεν »τὶς γνώσεται αὐτόν;«. εἰ δὲ περὶ ψιλοῦ ἔλεγεν ἀνθρώπου, πάντως ἄν καὶ ὁ πατὴρ αὐτὸν ἐγίνωσκεν καὶ ἡ μήτηρ, συγγενεῖς τε καὶ γείτονες, σύσκηνοί τε καὶ συμπολῖται·

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
