Ancient Greek
Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 20
Epiphanius, Panarion (Adversus haereses) 20.9
Not analysed yet
ὁ μὲν >Γαβριὴλ εὐθὺς τῇ παρθένῳ εὐαγγελιζόμενος, αὐτῆς λεγούσης »πῶς ἔσται ταῦτα, ὅτα ἄνδρα οὐ γινώσκων«, τὸ ἀσφαλὲς ὑποτιθέμενος ἔφη πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· καὶ κοὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ«. ἐν τῷ γὰρ εἰπεῖν »τὰ γεννώμενον« ἔδειξε μὲν τὴν σάρκα ἀπ᾿ αὐτῆς <εἶναι> καὶ τὴν ἐνανθρώπησιν, ἄνωθεν δὲ ἀπ᾿ οὐρανῶν τὴν δύναμιν τοῦ ὑψίστου καὶ τὸ ἅγιον πνεῦμα ἐπισκιάσαι τῇ ἁγίᾳ παρθένῳ καὶ ἄνωθεν καταβεβηκέναι τὸν μονογενῆ υἱὸν θεὸν Λόγον, *καὶ ὡς ἐνηνθρώπησε καὶ ὡς ἀπ᾿ αὐτῆς ἐν ἀληθείᾳ ἐγεννήθη. πόσα δὲ ἄλλα ἐστὶ τοιαῦτα;