# Panarion (Adversus haereses) 21.1-3-9

Epiphanius, Panarion (Adversus haereses), 21.1 to 21.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/21.1-3

21. Ἀπὸ τότε δὲ τὰ τέλεια ἤρξατο ποιεῖν θεοςήμεια ἐν τῷ καιρῷ τοῦ κηρύγματος (»τοῦτο <γὰρ> πρῶτον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, φησίν, ἐν Κανᾷ τῆς Γαλιλαίας), οὐχὶ πρὸ βαπτίσματος, ὡς πολλάκις ἔφην, ἀλλ᾿ ὅτε ἀνέκαμψεν ἀπὸ πειρασμοῦ, τῇ τρίτῃ ἡμέρᾳ μετὰ τὰς δύο ἃς παρ᾿ αὐτῷ ἔμειναν οἱ δύο μαθηταὶ τοῦ Ἰωάννου, οἱ ἀκούσαντες καὶ ἀκολουθήσαντες αὐτῷ· ὡς εὐθὺς μετὰ τὰς δύο ἡμέρας, ἃς ἐποίησαν παρ᾿ αὐτῷ, ἐπιφέρει λέγων »καὶ ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ εὑρὼν Φίλιππον εἶπεν· ἀκολούθει μοι«. εἶτα εὐθὺς τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας. ἔδει γὰρ αὐτὸν ἀπελθόντα εὐθὺς γάμων τελουμένων εἰς τὴν τιμὴν αὐτῶν κληθῆναι, ἐπ᾿ εὐλογίᾳ τοῦ γάμου. καί φησι »γάμος ἐγένετο τῇ τρίτῃ ἡμέρᾳ ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ, ἐκλήθη δὲ καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ οἱ μετ᾿ αὐτοῦ εἰς τὸν γάμον«· »καὶ ὑστερήσαντος, φησίν, οἴνου, λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ· οἶνον οὐκ ἔχουσι. καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου«. * μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ τῆς ἐρήμου κατὰ τὴν ἀκολουθίαν τοῦ πειρασμοῦ καὶ παραληφθῆναι εἰς Ἱερουσαλὴμ καὶ στῆναι ἐπὶ τῷ πτερυγίῳ τοῦ ἱεροῦ καὶ ἀπὸ Ἱεροσολύμων ἀνενεχθῆναι εἰς ὄρος ὑψηλὸν λίαν, ὅπερ παρὰ πολλοῖς λέγεται εἶναι τὸ Θαβὼρ ὄρος, ὃ ἑρμηνεύεται Ἰταβύριον· τοῦτο δέ ἐστιν ἐν τῇ Γαλιλαίᾳ. ταύτην γὰρ τὴν ἀκολουθίαν ὁ Ματθαῖος ὑπέθετο, ὅς φησιν »ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἦλθεν εἰς τὴν Γαλιλαίαν«. ὁ δὲ Λουκᾶς καὶ τὴν ἀπὸ τοῦ ὄρους ὁρμὴν ἀκριβῶς δηλώσας πρῶτον μὲν περὶ τοῦ ὄρους εἰπὼν καὶ τῶν βασιλειῶν ὧν ἔδειξε τῷ κυρίῳ ὁ διάβολος, ὕστερον λέγει περὶ τοῦ πτερυγίου καὶ Ἱερουσαλήμ, καὶ ὡς ἀνέκαμψεν εἰς τὴν Γαλιλαίαν καὶ Ναζαρέτ. συνῳδὰ δὲ καὶ ὁ Ματθαῖος λέγει »καταλιπὼν τὴν Ναζαρὲτ ἦλθεν εἰς τὴν Καφαρναούμ«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
