# Panarion (Adversus haereses) 21.10-2-16

Epiphanius, Panarion (Adversus haereses), 21.10 to 21.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/21.10-2

ἦλθε γὰρ εἰς Ναζαρὲτ κἀκεῖθεν εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, καὶ μετὰ τὸ διελθεῖν διὰ τοῦ Ἰορδάνου πάλιν τὴν ὁρμὴν ἔσχεν ἐπὶ τὰ οἰκεῖα ἔνθα ἀνετέθραπτο, πρὸς τὴν μητέρα ἐν Ναζαρέτ, ἐκεῖ τε παραμείνας δύο ἡμέρας, ὅτε καὶ οἱ περὶ Ἀνδρέαν παρ᾿ αὐτῷ ἔμειναν, λοιπὸν ἠπείγετο τῆς σωτηρίας τῶν ἀνθρώπων ἕνεκεν τοῦ κηρύγματος ἄρξασθαι· καὶ ἔμεινε μὲν δύο ἡμέρας διὰ τὸ διὰ χρόνου ἡκέναι, ἔχων μεθ’ἑαυτοῦ οὓς ἤδη παρείληφε μαθητάς, καὶ ἀπολύσας τοὺς δύο τοὺς ἀκολουθήσαντας αὐτῷ εὐθὺς ἐξῆλθεν ἐπὶ τὴν Γαλιλαίαν διὰ τὸ κήρυγμα καὶ διὰ τὸ ἔργον τοῦ θεοσημείου τοῦ ἐν τῷ γάμῳ ἐπιτελεσθέντος. βλέπε γὰρ πῶς ἐπασφαλίζεται <ἡμᾶς> ὁ λόγος, ὡς Ἰωάννης ὁ βαπτιστὴς μαρτυρεῖ λέγων ὡς παρῳχηκότος ἤδη τοῦ ἔργου ὅτι »κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν εἶπέ μοι· ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον ἐν εἴδει περιστερᾶς, οὗτός ἐστιν«. ἀποστέλλων γὰρ ὁ πατὴρ τὸν Ἰωάννην βαπτίζειν τοῦτο αὐτῷ τὸ σημεῖον ἐδωρήσατο, ἵν᾿ ὅταν ἴδῃ, ἐπιγνῷ τὸν ἄνωθεν τῷ κόσμῳ ἀποσταλέντα σωτῆρα καὶ εὐεργέτην τῶν ἡμετέρων ψυχῶν. Ἀνατρέπονται τοίνυν οἱ τοιοῦτοι αἱρεσιῶται ἀπὸ τῆς ἀληθείας τῶν θείων γραφῶν καὶ τῆς ἀκριβείας, μάλιστα ἀπὸ τῆς συμφωνίας τῶν τεσσάρων εὐαγγελίων. οὐ γάρ τις τῶν εἶ φρονούντων ἀποβάλοιτο τὰ τῷ ἁγίῳ πνεύματι διὰ τῶν θείων εὐαγγελίων ἀκριβῶς πάντῃ πεπραγματεθμένα. κἂν τε γὰρ λέγωσιν, ὅτι ὁ μὲν Ματθαῖος καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ διηγίσαντο περὶ τοῦσωτῆρος ὅτι μετὰ τὸ βάπτισμα ἀνήχθη εἰς τὴν ἔρημον καὶ ἐποίησεν ἡμέρας τεσσαράκοντα πειραζόμενος καὶ μετὰ τὸν πειρασμὸν ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον, ὁ δὲ Ἰωάννης ψεύδεται μὴ εἰπὼν περὶ τούτων, ἀλλ᾿ εὐθὺς ἀπὸ πρώτης, ὅτε ἦλθεν ὁ σωτὴρ πρὸς τὸν Ἰωάννην, καὶ τὰ ἄλλα ὅσα † λέγει αὐτὸν πεποιηκέναι, φανήσονται κατὰ πάντα [κατὰ] τὴν ἀκρίβειαν τῶν εὐαγγελίων ἠγνοηκότες.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
