# Panarion (Adversus haereses) 21.17-22

Epiphanius, Panarion (Adversus haereses), 21.17 to 21.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/21.17

Ἰωάννης γὰρ ὁ εὐαγγελιστὴς πρὸ τοῦ παραδοθῆναι τὸν βαπτιστὴν Ἰωάννην σημαίνει τὸν κύριον μετὰ τὰς ἡμέρας τοῦ πειρασμοῦ * πρὸς αὐτὸν ἐληλυθέναι. πῶς γὰρ Ἰωάννου παραδοθέντος ἐνεδέχετο ἔτι τὸν σωτῆρα πρὸς αὐτὸν πάλιν ἐλθεῖν ἐπὶ τὸν Ἰορδάνην; οὐκ ἔγνωσαν δὲ ὅτι οἱ ἄλλοι τρεῖς εὐαγγελισταὶ τὸν χρόνον τὸν μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην διηγοῦνται ἀκριβῶς λέγοντες· »ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι παρεδόθη ὁ Ἰωάννης, καταλιπὼν τὴν Ναζαρὲτ κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον«. καὶ ὁρᾷς ὅτι κατὰ ἀλήθειαν τὰ πάντα τοῖς τέτρασιν εὐαγγελισταῖς συμφώνως εἴρηται. καὶ γὰρ καὶ φαίνεται <κατὰ> τὴν ἀκολουθίαν πάλιν διηγούμενος ὁ Ἰωάννης, ὅτι μετὰ τὸ ποιῆσαι τὸ πρῶτον σημεῖον τὸν σωτῆρα καὶ ἐλθεῖν εἰς Καφαρναούμ, ποιῆσαί τε ἐκεῖ τινα σημεῖα ἀναβῆναί τε εἰς Ναζαρὲτ καὶ ἀναγνῶναι τὸ βιβλίον, παραδοθέντος λοιπὸν τοῦ βαπτιστοῦ ἦλθεν καὶ κατῴκησεν εἰς Καφαρναοὺμ <οὐ> πολλὰς ἡμέρας. οὗται δέ εἰσιν αἱ μετὰ τὴν ἡμέραν τῶν Ἐπιφανείων καὶ τὴν ἐπὶ Καφαρναοὺμ καὶ ἐπὶ Ναζαρὲτ ἔλευσιν αὐτοῦ καὶ τὴν εἰς Ἱεροσόλυμα διὰ τὸ Πάσχα ἄνοδον καὶ <πάλιν> πάλιν ἐλθεῖν πρὸς τὸν Ἰωάννην ὅπου ἐβάπτιζεν εἰς Αἰνὼν <ἐγγὺς> τοῦ Σαλήμ. οὅτω γὰρ λέγει »μετὰ τοῦτο κατῆλθεν εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας«· (οὔπω γὰρ ἐδήλου τὴν τελείαν καταμονὴν περὶ ἧς ὕστερον εἶπεν <ὅτι> μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλάσσιον.) »καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων (ὡς λέγει) καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς καὶ εὗρεν τοὺς πωλοῦντας ἐν τῷ ἱερῷ τοὺς βόας καὶ τὰ πρόβατα καὶ <τὰς> περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους«.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
