# Panarion (Adversus haereses) 21.4.1-4

Epiphanius, Panarion (Adversus haereses), 21.4.1 to 21.4.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/21.4.1

4. Μυστήρια δὲ ὺπέθετο αἰσχρότητος ῥύσεώς τε σωμάτων, ὅπως σεμνότερον ὑφηγήσωμαι, ἀνδρῶν μὲν διὰ τῆς ἀπορροίας. γυναικῶν δὲ διὰ τῶν κατ’ ἐθισμὸν [τῶν] ἐμμηνίων συλλογῇ τινι εἰς μυστήρια συναγομένων. καὶ ταῦτα εἶναι μυστήρια ζωῆς γνώσεώς <τε> τῆς τελειοτάτης· ὄπερ μάλιστα ὑπάρχει τῷ τὴν σύνεσιν ἐκ κεκτημένῳ βδελυρίαν μᾶλλον ἡγεῖσθαι καὶ θάνατον ἤπερ ζωήν. ὀνόματα δέ τινα ὁ αὐτὸς ὺποτίθεται ἀρχῶν τε καὶ ἐξουσιῶν, οὐρανούς τε διαφόρους φησί, καθ' ἕκαστον δὲ στερέωμα καὶ οὐρανὸν δυνάμεις τινὰς ὑφηγεῖται καὶ ὀνόματα βαρβαρικὰ τούτοις ἐκτίθεται· μὴ ἄλλως δὲ δύνασθαι σῴζεσθαί τινα, εἰ μή τι ἂν μάθοι ταύτην τὴν μυσταγωγίαν καὶ τὰς τοιαύτας θυσίας τῷ πατρὶ τῶν ὅλων διὰ τῶν ἀρχῶν τούτων καὶ ἐξουσιῶν προσφέρειν. εἶναι δὲ τὸν αἰῶνα τοῦτον ἀπὸ ἀρχῶν καὶ ἐξουσιῶν, φησί, τῆς κακίας ἐν ἐλαττώματι κατεσκευασμένον. φθορὰν δὲ ὺφηγεῖται σαρκὸς καὶ ἀπώλειαν, μόνον ψυχῶν δὲ κάθαρσιν καὶ τούτων εἰ διὰ τῆς αὐτοῦ πεπλανημένης γνώσεως ἐν μυσταγωγίᾳ κατασταῖεν. καὶ οὕτως ἄρχεται τῶν Γνωστικῶν καλουμένων ἡ † ἀρχή.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
