Ancient Greek
Haeresis 21, Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 21.4.5
Not analysed yet
μὴ εἶναι δὲ τὸν νόμον θεοῦ, ἀλλὰ ἀριστερᾶς δυνάμεως ἔφασκε, μήτε προφήτας ἐξ ἀγαθοῦ θεοῦ ὑπάρχειν, ἀλλὰ ἑτέρας καὶ ἑτέρας δυνάμεως. καὶ ὡς βούλεται ἑκάστῳ ὁρίζεται· τὸν μὲν νόμον τινός; Δαυὶδ δὲ ἄλλης, Ἠσαΐαν ἑτέρας, Ἰεζεκιὴλ πάλιν ἑτέρας, καὶ ἕκαστόν τινα τῶν προφητῶν μιᾷ ἀρχῇ ἀνατίθεται. εἶναι δὲ τούτους ἅπαντας ἐκ τῆς ἀριστερᾶς δυνάμεως καὶ ἔξω τοῦ πληρώματος, πάντα δὲ πιστεύοντα τῇ παλαιᾷ διαθήκῃ θάνατον ὑπέχειν.