# Panarion (Adversus haereses) 21.6

Epiphanius, Panarion (Adversus haereses), Haeresis 21, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/21.6

6. Πῶς δὲ πάλιν ὁ πλάνος ἐπιλαθόμενος τῆς ἰδίας ληρῳδίας ἑαυτὸν ἐλέγχει, ὥσπερ ἀγγοῶν ἃ προλέγει; φήσας γὰρ ὅτι ὑπ᾿ αὐτοῦ γεγόνασιν οἱ ἄγγελοι διὰ τῆς αὐτοῦ Ἐννοίας, πάλιν ἔλεγεν μεταμορφοῦσθαι καθ᾿ ἕκαστον οὐρανόν , ὅπως λάθοι τοὺς αὐτοὺς ἐν τῷ κατιέναι. ἄρα δεδιὼς ἐλάνθανε, καὶ πῶς δέδιεν ὁ ληρολόγος οὓς αὐτὸς ἐποίησεν ἀγγέλους; πῶς δὲ οὐ πάντῃ εὐθυέλεγκτος αὐτοῦ τοῖς συνετοῖς ἡ ὑποσπορὰ τῆς πλάνης εὑρεθήσεται, ὁπότε ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν« φησὶν ἡ γραφή; καὶ συνᾳδόντως τούτῳ τῷ λόγῳ ὁ κύριος ἐν τῷ εύαγγελίῳ φησὶν ὡς πρὸς τὸν θεὸν καὶ πατέρα τὸν ἴδιον »πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς«. εἰ τοίνυν ποιητὴς οὐρανοῦ καὶ γῆς ὑπάρχει ὁ θεὸς ὁ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μάτην τὰ πάντα τῷ συκοφάντῃ Σίμωνι εἴρται, τὸ ὑπὸ ἀγγέλων τὸν κόσμον ἐν ἐλαττώματι γεγενῆσθαι καὶ τὰ ἄλλα πάντα, ὅσα δαιμονῶν ὁ πλάνος τῷ κόσμῳ παραλαλῶν εἰσηγήσατο καὶ ἀπάτην τισὶν ἐνεποίησεν τοῖς ὑπ᾿ αὐτοῦ ἠπατημενοις.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
