# Panarion (Adversus haereses) 21

Epiphanius, Panarion (Adversus haereses), Κατὰ Ἐβιωναίων ιݲ, τῆς δὲ ἀΚολουθίας λݲ., Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/21
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epiphanius/panarion-adversus-haereses/21
CTS URN: urn:cts:greekLit:tlg2021.tlg002:21

21. Περὶ δὲ τῶν ἄλλων ἑξῆς διηγήσομαι, ὡν τε κατὰ Πέτρου καὶ τῶν ἄλλο)ν ἀποστόλων καταψεύδονται· ὅτι, φησίν, ὁ Πέτρος καθ’ ἑκάστην ἠμέραν βαπτισμοῖς ἐκέχρητο, πρὶν ἢ καὶ ἄρτου αὐτὸν μεταλαμβάνειν. καὶ ὅρα τὸ πᾶν αὐτῶν συκοφάντημα καὶ τὸ ὕπουλον τῆς ἀγυρτώδους αὐτῶν διδασκαλίας. ἀπὸ τοῦ γὰρ αὐτοὺς μεμιάνθαι καὶ λαγνιστέρως πολλάκις πολλὰ πράττειν ἐπὶ τῆς γῆς, εἰς πεισμονὴν τῆς ἑαυτῶν πληροφορίας τῷ ὕδατι δαψιλῶς χρῶνται, ἕνα δῆθεν ἑαυτοὺς ἀπατήσωσι, διὰ βαπτισμῶν ἔχειν τὴν κάθαρσιν νομίζοντες. καὶ ταῦτα εἰς τοὺς ἀποστόλους ἐμπαροινεῖν οὐκ αἰσχύνονται, καίτοι τοῦ κυρίου ἐλέγχοντος αὐτῶν τὴν κακοτροπίαν έν τῷ τὸν Πέτρον εἰρηκέναι, ὅτε ἦλθεν τοὺς πόδας αὐτοῦ νίψαι, ὅτι »οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα«, καὶ τὴν ἀνθυποφορὰν ὑπὸ τοῦ σωτῆρος ἐξενεχθῆναι οτι »ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«, κἀκείνου πάλιν ἀνταποκρινομένου ὅτι »οὐ μόνον τοὺς πόδας, ἀλλὰ καὶ τὴν κεφαλήν«, τοῦ δὲ κυρίου πάλιν λέγοντος ὅτι ὁ λουσάμενος ἅπαξ οὐ χρείαν ἔχει τὴν κεφαλὴν <νίψασθαι> , εἰ μὴ τοὺς πόδας μόνον· ἔστιν γὰρ καθαρὸς ὅλος«. ἔδειξεν οὐν ὅτι οὐ χρὴ βαπτισμοῖς χρῆσθαι καὶ ἔθεσιν ἀνωφελέσι καὶ ἐντάλμασιν ἀνθρώπων καὶ διδασκαλίαις, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ συνῳδὰ τῷ προφήτῃ λέγει ὁ λαὸς οὑτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ. μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων«. ἐπεὶ κατὰ ποίαν αἰτίαν ἐμέμφετο τοὺς Φαρισαίους καὶ Γραμματεῖς, τοὺς βαπτισμοῖς πυγμῇ χρωμένους ἑαυτῶν <τε> καὶ ζεστῶν καὶ ποτηρίων καὶ τῶν ἄλλων; καὶ τελείως ὅτι τὸ ἀνίπτοις χερσὶν ἐσθίειν οὐ κοινοῖ τὸν ἄνθρωπον«; ὥστε οὐ μόνον τὸ βαπτίζεσθαι τούτων ἀνέτρεψεν, ἀλλὰ καὶ τὸ νίψαι χεῖρας περιττὸν εἶναι ἔδειξε καὶ τῷ <μὴ> βουλομένῳ τὰς νίπτεσθαι μὴ εἶναι βλάβην.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
