Ancient Greek
Κατὰ Οὐαλεντίνων τῶν καὶ ΓνωστιΚῶν ݲ, τῆς δὲ ἀκολουθίας λα., Chapter 22
Epiphanius, Panarion (Adversus haereses) 22.1-2
Not analysed yet
22. Εἰσὶ δὲ οἱ λέγοντες προβλέσθαι αὐτὸν καὶ χριστόν, υἱὸν ἵδιον, ἀλλὰ καὶ *ψυχικόν, >περὶ τούτου διὰ τῶν προφητῶν λελαληκέναι. εἶναι δὲ τοῦτον τὸν διὰ Μαρίας διοδεύσαντα, καθάπερ ὕδωρ διὰ σωλῆνος ὁδεύει, καὶ εἰς τοῦτον ἐπὶ τοῦ βαπτίσματος κατελθεῖν ἐκεῖνον τὸν ἀπὸ τοῦ Πληρώματος ἐκ πάντων Σωτῆρα ἐν εἴδει περιστερᾶς. γεγονέναι δὲ ἐν αὐτῷ καὶ τὸ ἀπὸ τῆς Ἀχαμὼθ σπέρμα πνευματικόν.