Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 22
Epiphanius, Panarion (Adversus haereses) 22.15
Not analysed yet
διανοηθεις γὰρ τὸ πρᾶγμα καὶ θαυμάσας ὅτι πολλοὶ βασιλεῖς ἐγεννήθησαν ἐν Ἱερουσαλήμ, πρῶτος Σαοὺλ ἐκ φυλῆς Βενιαμίν, δεύτερος Δαυὶδ ἐκ φυλῆς Ἰούδα καὶ τούτου υἱὸς Σολομῶν, υἱὸς δὲ τοῦ Σολομῶντος ῾Ροβοὰμ καὶ τούτου υἱοὶ κατὰ διαδοχήν, καὶ οὐδέποτε ἐπὶ ἑνὶ τούτων γεννηθέντι ἀστὴρ ἐφάνη οὐδὲ ἔλευσις μάγων ἐγένετο ἐπὶ τὸ ἐλθεῖν καὶ προσκυνῆσαι τὸν γεννηθέντα βασιλέα ἀλλ᾿ ἢ τότε μόνον, —ὅθεν τοῦτο σκεψάμενος [τις] καὶ τὴν διά- νοιαν αὐτοῦ ἐπὶ τὴν γνῶσιν τῆς ἀληθείας ἠκόντισε, μαθὼν ὅτι τὸ σημεῖον τοῦτο οὐκ ἀνθρώπου ἐστίν, ἀλλὰ κυρίου μόνου,