Ancient Greek
22.19 to 22.20
Epiphanius, Panarion (Adversus haereses) 22.19-20
Not analysed yet
προγεγραμμένῃ, μετὰ εἰκοσιεννέα ἔτη τῆς Αὐγούστου |πρὸς Ἰουδαίους συναφείας· βασιλεύει δὲ Αὔγουστος δεκατρία ἔτη πρὶν ἢ τὴν Ἰουδαίαν τελείως συναφθῆναι ῾Ρωμαίοις. ἦν δὲ καὶ ἐξότε ἐβασίλευσεν Αὔγουστος ἐπὶ τέσσαρσιν ἔτεσιν τῆς αὐτοῦ βασιλείας πλείω ἐλάσσω φιλία μὲν ῾Ρωμαίων πρὸς Ἰουδαίους καὶ συμμαχία πεμπομένη καὶ ἐπίτροπος καθιστάμενος καὶ μέρη φόρων Ῥωμαίοις τελούμενα *ἐπὶ πέντε ἔτεσι πλείω ἐλάσσω, ἕως ὅτου τέλεον παρεδόθη ἡ Ἰουδαία καὶ ὑπόφορος αὐτοῖς γεγένηται, ληξάντων τῶν ἀπὸ Ἰούδα ἀρχόντων καὶ Ἡρῴδου ἐξ ἐθνῶν κατασταθέντος,