# Panarion (Adversus haereses) 22.2-8

Epiphanius, Panarion (Adversus haereses), 22.2 to 22.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/22.2

τὸν οὖν κύριον ἡμῶν ἐκ τεσσάρων τούτων σύνθετον γεγονέναι φάσκουσιν, ἀπο- σᾠζοντα τὸν τύπον τῆς ἀρχεγόνου καὶ πρώτης τετρακτύος, ἔκ τε τοῦ πνευματικοῦ ὅ ἦν ἀπὸ τῆς Ἀχαμὼθ καὶ ἐκ τοῦ ψυχικοῦ ὅ ἦν ἀπὸ τοῦ Δημιουργοῦ κα ἐκ τῆς οἰκονομίας ὅ ἦν κατεσκευασμένον ἀρρήτῳ τέχνῃ καὶ ἐκ τοῦ Σωτῆρος ὅ ἦν > κατελθοῦσα εἰς αὐτὸν περιστερά. καὶ τοῦτον μὲν ἀπαθῆ διαμεμνηκέναι οὐ γὰρ ἐνεδέχετο παθεῖν αὐτόν, ἀκράτητον τητον καὶ ἀόρατον ὑπάρχοντα) καὶ διὰ τοῦτο ἦρθαι, προσαγομένου αὐτοῦ τῷ Πιλάτῳ, τὸ εἰς αὐτὸν κατατεθὲν πνεῦμα χριστοῦ. ἀλλ' οὐδὲ τὸ ἀπὸ τῆς Μητρὸς σπέρμα πεπονθένα λέγουσιν. ἀπαθές γὰρ καὶ αὐτό, † τὸ πνευματικὸν καὶ ἀόρατον καὶ αὐτῷ τῷ Δημιουργῷ. ἔπαθεν δὲ λοιπὸν ὁ κατ' αὐτοὺς ψυχικὸς Χριστὸς καὶ ὁ ἐκ τῆς οἰκονομίας κατεσκευασμένος μυστηριωδῶς, ἵν' ἐπιδείξῃ > αὐτοῦ ἡ Μήτηρ τὸν τύπον τοῦ ἄνω χριστοῦ, ἐκένου τοῦ ἐπεκταθέντος τῷ σταυρῷ καὶ μορφώσαντος τὴν Ἀχαμώθ μόρφωσιν τὴν κατ’ οὐσίαν. πάντα γὰρ ταῦτα τύπους ἐκείνων εἶναι λέγουσι. τὰς δὲ ἐσχηκυίας τὸ σπέρμα τῆς Ἀχαμὼθ ψυχὰς ἀμείνους λέγουσι γεγονέναι τῶν λοιπῶν. διὸ καὶ πλέον τῶν ἄλλων ἠγκπῆσθαι ὑπὸ τοῦ Δημιουργοῦ, μὴ εἰδότος τὴν αίτίαν, ἀλλὰ παρ' αὐτοῦ λογιζομένου εἶναι τοιαυτας. οιο καί είς προφήτας, φασίν, ἔτασσεν αὐτὰς καὶ ἱερεῖς καὶ βασιλεῖς. καὶ πολλὰ ὑπὸ τοῦ σπέρματος τούτου εἰρῆσθαι διὰ τῶν προφητῶν ἐξηγοῦνται, ἅτε ὑψηλοτέρας φύσεως ὑπάρχοντος. πολλὰ δὲ καὶ τὴν Μητέρα περὶ τῶν τέρω εἰρηκέναι λέγουσιν, ἀλλὰ καὶ διὰ τούτου καὶ τῶν ὑπὸ τούτου γενομένων ψυχῶν *. καὶ λοιπὸν τέμνουσι τὰς προφητείας, τὸ μέν τι ἀπὸ τῆς Μητρὸς εἰρῆσθαι θέλοντες, τὸ δέ τι ἀπὸ τοῦ σπέρματος, τὸ δέ τι ἀπὸ τοῦ Δημιουργοῦ. ἀλλὰ καὶ τὸν Ἰησοῦν ὡσαύτως τὸ μέν τι ἀπὸ τοῦ Σωτῆρος εἰρηκέναι, τὸ δέ τι ἀπὸ τῆς Μητρός, τὸ γε τι ἀπὸ τοῦ Δημιουργοῦ, καθὼς ἐπιδείξομεν προϊόντος ἡμῖν τοῦ λόγου.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
