Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 22
Epiphanius, Panarion (Adversus haereses) 22.22
Not analysed yet
Ταῦτα πάντα ἐτελειοῦτο ἀρξάμενα ἀπὸ τῆς γεννήσεως τῆς ἐν Βηθλεέμ, ἣ ἐγένετο ἐν τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς πάσης βασιλείας Αὐγούστου, ὃ ἦν μετὰ πέμπτον ἔτος τῆς ἐπιτροπῆς Ἀντιπάτρου τοῦ πατρὸς Ἡρῴδου, ὅτε φιλία ἦν Ῥωμαίων πρὸς Ἰουδαίους καὶ μέρη δομάτων, καὶ μετὰ τὴν ἐπιτροπὴν Ἀντιπάτρου τὴν ἀπὸ ἕκτου Αὐγούστου ἕως ἐνάτου αὐτοῦ, Ἡρῴδου [τε] κατασταθέντος ἀπὸ τοῦ δεκάτου ἔτους καἲ μέρους φόρων διδομένου ἕως τρισκαιδεκάτου ἔτους, ὃ ἦν τέταρτον ἔτος τῆς βασιλείας Ἡρῴδους κατασταθέντος ὑπὸ Αὐγούστου·