# Panarion (Adversus haereses) 22.7-11

Epiphanius, Panarion (Adversus haereses), 22.7 to 22.11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/22.7

εὑρεθήσεται γὰρ ἐκ δύο τρόπων τῆς ἀληθείας ἡ σύστασις. εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων τῶν βρωμάτων διεξεληλυθέναι <τὸν> λόγον ἁγίου Πέτρου λέγοντος ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου〉, ὡς καὶ βόας καὶ αἶγας καὶ πρόβατα καὶ ὄρνεις κοινὰ λέγεσθαι παρ᾿ αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς. μετὰ γὰρ τὸ γῆμαι καὶ τέκνα κεκτῆσθαι καὶ πενθερὰν ἔχειν συνέτυχε τῷ σωτῆρι, ἐξ Ἰουδαίων ὁρμώμενος. Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι καὶ κρεοφαγία παρ’ αὐτοῖς οὐκ ἐβδέ- λυκται οὐδὲ ἀπηγόρευται. ἄρα γοῦν αὐτοῦ βεβρωκότος ἀπ᾿ ἀρχῆς — εἰ καὶ ἴως τοῦ συναντῆσαι τῷ σωτῆρι εἴποιμεν — δειχθήσεται ὅτι οὐδὲν κοινὸν ἡγήσατο τῶν οὐ κοινῶν λεγομένων. καὶ γὰρ οὐ κατὰ πάντων διεξήγαγε τὸ κοινὸν καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὡν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρτων. πάλιν δὲ τούτου δειχθέντος ὅτι οὐ περὶ πάντων τῶν κρεῶν αὐτῷ ἤγετο ὡς κοινῶν πάντων ὄντων, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ θεὸς τῆς ἁγίας Χριστοῦ ἐκκλησίας τὸν χαρακτῆρα παραδιδοὺς ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· πάντα γὰρ ἐστι καθαρὰ μετὰ εὐχαριστίας καὶ εὐλογίας θεοῦ λαμβανόμενα.« ἀλλ᾿ εἰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα εἶχεν, ἴνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς ἢ ἀκαθάρτους, ὅμως ἡ ἔμφασις τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ὑπόνοιαν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντί τῳ σαφὲς ἂν εἴη· καὶ ἐξέπεσεν αὐτῶν πανταχόθεν ὁ ληρώδης λόγος.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
