Ancient Greek
24.1 to 24.3
Epiphanius, Panarion (Adversus haereses) 24.1-2-3
Not analysed yet
24. Τοιαύτης δὲ τῆς ὑποθέσεως αὐτῶν οὖσης, ἣν οὖτε προφῆται ἐκήρυξαν, οὐτε ὁ κὑριος ἐδίδαξεν οὔτε ἀπόστολοι παρέδωκαν, ἣν περισσοτέρως κὺχοῦσιν πλεῖον τῶν ἄλλων ἐγνωκέναι, ἐξ ἀγράφων ἀναγινώσκοντες καὶ τὸ δὴ λεγόμενον ἐξ ἄμμου σχοινία πλέκειν ἐπιτηδεύοντες, ἀξιοπίστως προσαρμόξειν πειρῶνται τοῖς εἰρημένοις ἤτοι παραβολὰς κυριακὰς ἢ ῥήσεις προφητικὰς ἢ λόγους ἀποστολικούς, ἴνα τὸ πλάσμα αὐτῶν μὴ ἀμάρτυρον ειναι οοκῃ, τὴν μὲν τάξιν καὶ τὸν εἰρμὸν τῶν γραφῶν ὑπερβαίνοντες καὶ οσον ἐφ ἐαὐτοῖς λύοντες τὰ μέλη τῆς ἀληθείας. μεταφέρουσι δὲ καὶ σήμων ὑπὸ σοφοῦ τεχνίτου, λύσας τὴν ὑποκειμένην τοῦ ἀνθρώπου ἰδέαν μετενέγκοι τὰς ψηφῖδας ἐκείνας καὶ μεθαρμόσοι καὶ ποιήσοι μορφὴν κυνὸς ἢ ἀλώπεκος καὶ ταύτην φαύλως κατεσκευασμένην,