Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 24
Epiphanius, Panarion (Adversus haereses) 24.1-3
Not analysed yet
24. Γεννηθέντος γὰρ αὐτοῦ ἐν τῷ Ἰανουαρίῳ μηνὶ τουτέστιν πρὸ ὀκτὼ εἰδῶν Ἰανουαρίων —ἥτις ἐστὶ κατὰ Ῥωμαίου Πέμπτη Ἰανουαρίου ἑσπέρα εἰς ἕκτην ἐπιφώσκουσα, κατ᾿ Αἰγυπτίους Τυβὶ ἑνδεκάτη, κατὰ Σύρους εἴτ᾿ οὖν Ἕλληνας Αὐδυναίου ἕκτη, κατὰ Κυπρίους εἴτ᾿ οὖν Σαλαμινίους πέμπτου Πέμπτη, κατὰ Παφίους Ἰουλίου τεσσαρεσκαιδεκάτη, κατὰ Ἄραβας Ἀλεὼμ μία καὶ εἰκάς, κατὰ Καππάδοκας Ἀταρτᾶ τρισκαιδεκάτη, κατὰ Ἀθηναίους Μαιμακτηριῶνος Πέμπτη, κατὰ Ἑβραίου Τηβὴθ πέμπτη·