Ancient Greek
24.5 to 24.7
Epiphanius, Panarion (Adversus haereses) 24.5-7
Not analysed yet
ἠρέμα εἰς τὸ πάντας ἀκοῦσαι εἰς μαρτύριον παραστάσεως ἀχράντου διδασκαλίας »σπεύσατε, ἀδελφοί« ἔφη »ἐξέλθωμεν ἐντεῦθεν, μὴ πέσῃ τὸ βαλανεῖον καὶ κατορύξῃ ἡμᾶς μετὰ Ἐβίωνος τοῦ ἔνδον ἐν τῷ βαλανείῳ διὰ τὴν αὐτοῦ ἀσέβειαν«. καὶ μηδεὶς θαυμαζέτω ἐπὶ τῷ ἀκοῦσαι Ἐβίωνα Ἰωάννῃ συντετυχηκέναι. πολυχρόνιος γὰρ καταμείνας τῷ βίῳ ὁ μακάριος Ἰωάννης διήρκεσεν ἄχρι τῆς τοῦ Τραϊανοῦ βασιλείας. πάντες δὲ οἱ ἀπόστολοι ὅτι ἀπαλλοτριοῦσι τὴν τοῦ Ἐβίωνος πίστιν καὶ ἀλλοτρίν ἡγήσαντο τοῦ αὐτῶν κηρύγματὸς τοῦ χαρακτῆρος, παντί τῳ δῆλον.