Ancient Greek
25.1 to 25.5
Epiphanius, Panarion (Adversus haereses) 25.1-3-5
Not analysed yet
25. Ὡς ἀληθῶς γὰρ ἐκήρυξεν ἐνιαυτὸν κυρίου δεκτόν, τουτέστιν μὴ ἀντιλεγόμενον. τὸν γὰρ πρῶτον ἐνιαυτὸν μετὰ <τὸ >τριακοστὸν ἔτος τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἐκήρυσσε καὶ πάντες κατεδέχοντο, καὶ οὔτε Ἰουδαῖοι ἀντέλεγον οὔτε ἔθνη οὔτε Σαμαρεῖται, ἀλλὰ πάντες ἡδέως ἤκουον αὐτοῦ. ἐν ᾧ ἐνιαυτῷ ἄνεισιν εἰς Ἱεροσόλυμα, μετὰ τὸ βαπτισθῆναι καὶ διελθεῖν τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ καὶ ἅς προείπαμεν εἴκοσι ἕως τοῦ πρώτου σημείου καὶ ἐκλέξασθαι τοὺς ἑαυτοῦ μαθητάς· ἀνακάμψας ἀπὸ τοῦ πειρασμοῦ ἐπὶ τὸν Ἰορδάνην καὶ διελθὼν διὰ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐπὶ τὴν Ναζαρὲτ πορευόμενος ἀνέβη δηλονότι εἰς Ἱερουσαλὴμ καὶ ἐν μέσῳ τῆς ἑορτῆς ἐκέκραγε λέγων »εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω«, καὶ οὕτως ἀπῆλθεν εἰς Ναζαρὲτ καὶ εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὴν Σαμάρειαν κιαὶ εἰς τὰ μέρη Τύρου. καὶ πληρωθέντος τοῦ πρώτου ἐνιαυτοῦ πάλιν ἄνεισιν εἰς Ἱερουσαλὴμ καὶ λοιπὸν ἐζήτουν αὐτὸν πιάσαι ἐν τῇ ἑορτῇ καὶ ἐφοβήθησαν· ἐν ᾗ ἑορτῇ ἔλεγεν ὅτι »οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην«. οὐ γὰρ ἐφεύδετο, μὴ γένοιτο. »μεσαζούσης γὰρ τῆς ἑορτῆς ἦλθε« φησί »καὶ ἀνέβη εἰς Ἱεροσόλυμα«, »καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὅν ἐζήτουν πιάσαι; Καὶ ἰδοὺ ἐν παρρησίᾳ λαλεῖ· μὴ ἄρα ἔμαθον οἱ ἱερεῖς ὅτι οἷτός ἐστιν ὁ χριστός;