Ancient Greek
25.7 to 25.8
Epiphanius, Panarion (Adversus haereses) 25.7-2-8
Not analysed yet
ἰδίᾳ αὐτοῦ ἐξουσίᾳ. καὶ μετὰ ταῦτα ὡς πληρωθέντος τοῦ διετοῦς χρόνου μετὰ τὸ βάπτισμα καὶ τὴν αὐτοῦ γέννησιν ἀπὸ Νοεμβρίου μηνὸς καὶ ἀπὸ Ἰανουαρίου μηνὸς καὶ [τῶν] ἐπέκεινα, λοιπὸν ἐν τῷ τριακοστῷ τρίτῳ ἔτιει τῆς αὐτοῦ ἐνσάρκου (??)ἐνδημίας, μετὰ τὸ ὑπερβῆναι αὐτὸν τὰς δύο ὑπατείας, ἅς ἔφημεν, τῶν τε δύο Γεμινῶν καὶ τὴν Ῥούφου καὶ Ῥουβελλίωνος, λοιπὸν ἐν τῇ τρίτῃ ὑπατείᾳ, ἐν τῷ τρίτῳ μηνὶ αὐτῆς, μετὰ τὸν Ἰανουάτιον καὶ φεβρουάριον ἐν Μαρτίῳ μηνὶ τελειοῖ τὸ τοῦ πάθους μυστήτιον ὁ ἀπαθὴς θεὸς Λόγος παθὼν ἐν σαρκὶ δι᾿ ἡμᾶς, μένων δὲ ἐν ἀπαθείᾳ, ὡς λέγει Πέτρος »θανατωθεὶς σαρκί, ζωογονηθεὶς δὲ τῷ πνεύματι«.