# Panarion (Adversus haereses) 25.9-14

Epiphanius, Panarion (Adversus haereses), 25.9 to 25.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/25.9

παντὶ δέ τῳ δῆλόν ἐστιν ὅτι Κίτιον ἡ Κυπρίων νῆσος καλεῖται· Κίτιοι γὰρ Κύπριοι καὶ Ῥόδιοι. ἀλλὰ καὶ ἐν τῇ Μακεδονίᾳ τὸ γένος κατῴκηκε Κυπρίων τε καὶ Ῥοδίων· ὅθεν δὴ καὶ Ἀλέξανδρος ὡρμᾶτο ὁ Μακεδών. καὶ τούτου ἕνεκεν ἐμφέρεται ἐν τοῖς Μακκαβαίοις ὅτι »ἐξῆλθεν σπέρμα] ἐκ γῆς Κιτιέων«· καὶ γὰρ ἐκ σπέρματος τῶν Κιτιέων Ἀλέξανδρος ὁ Μακεδών. ἀλλὰ γενόμενος πάλιν ἐν τῷ τόπῳ , διὰ τὸν ὑποπεσόντα λόγον διεξελθὼν τὴν περὶ τούτων ἱστορίαν, φημὶ ὅτι ἀπὸ τῆς μετοικήσεως πολλοὶ τὰς ἄλλας χώρας κατοικήσαντες τοῦ Ἰσραὴλ ἠσαν σπέρματος κατὰ διαδοχήν. ἐλέγοντο γὰρ καὶ ἑκάστης χώρας πατριῶται, ὡς καὶ αἱ θυγατέρες τοῦ Ἰοθὸρ τὴν ἀντίληψιν τοῦ Μωυσέως τῷ πατρὶ ἀπήγγειλαν, ὡς ἀποστήσας τοὺς ποιμένας ἐποτισεν αὐτῶν τὰ πρόβατα, καὶ πορευθεῖσαι περὶ τούτου ὑφηγοῦντο τῷ ἰδίῳ πατρί, τοῦ δὲ λέγοντος ὅτι »διὰ τί ἐταχύνατε σήμερον τοῦ ἐλθεῖν;« πρὸς αὐτὸν ἔφασαν ὅτι »ἀνὴρ Αἰ/γύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησε καὶ ἐπότισεν ἡμῶν τὰ θρέμματα«, καὶ εὐθὺς ὁ αὐτὸς ἔφη πρὸς αὐτάς »καὶ τί οὐκ ἠγάγετε αὐτὸν ὡδε, ἵνα φάγῃ ἄρτον;« τίς δὲ οὐκ οἶδεν ὅτι Μωυσῆς υἱὸς μὲν γίνεται τοῦ Ἀμρὰμ καὶ τῆς Ἰωχαβέτ, Ἀμρὰμ δὲ τοῦ Καάθ, Καάθ δὲ τοῦ Λευί, Λευὶ δὲ τοῦ Ἰακώβ, Ἰακὼβ δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ δὲ τοῦ Ἀβραάμ; καὶ οὐκ ἀπὸ τοῦ καλεῖσθαι τὸν Μωυσέα Αἰγύπτιον πάντως ἡ τῆς εὐγενείας καὶ τοῦ σπέρματος διέπεσεν ἀκολουθία. οὗτοι δὲ καταλείψαντες τὴν ὁδὸν οἱ ἀπὸ τοῦ Ἐβίωνος πεπλανημένοι ἐπὶ πολλὰς διεστραμμένας ὁδοὺς καὶ ἀνάντη τρίβον τὸν νοῦν ἐκδεδώκασιν.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
