# Panarion (Adversus haereses) 26.1-5

Epiphanius, Panarion (Adversus haereses), 26.1 to 26.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/panarion-adversus-haereses/26.1

26. Αὐχοῦσι δὲ πάλιν περιτομὴν ἔχοντες καὶ σεμνύνονται δῆθεν ταύτην εἰναι σφραγῖδα καὶ χαρακτῆρα τῶν τε πατριαρχῶν καὶ δικαίων τῶν κατὰ τὸν νόμον πεπολιτευμένων, δι᾿ ἡς ἐξισοῦσθαι ἐκείνοις νομίζουσι· καὶ δῆτα ἀπ᾿ αὐτοῦ τοῦ Χριστοῦ τὴν σύστασιν ταύτης βούλονται φέρειν, ὡς καὶ οἱ περὶ Κήρινθον. φασὶ γὰρ καὶ οὑτοι κατὰ τὸν ἐκείνων ληρώδη λόγον ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ διδάσκαλος«· περιετμήθη, φησίν, ὁ Χριστός, καὶ σὺ περιτμήθητι«. * καὶ ἴνα κατὰ πάντα τρόπον καταισχύνηται τῆς πλάνης τὰ σπέρματα· καθάπερ χαλινὸς τῇ θαλάσσῃ ἐκ θεοῦ ὁρισθείς, κλεῖθρα καὶ πύλαι, ψάμμος ὅριον θαλάσσῃ καὶ πρόσταγμα τό »ἕως τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλὰ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα« <ὥς> φησιν, οὕτω καὶ οὑτοι ἐν ἑαυτοῖς καταδαπανθήσονται. ἀλλὰ ἐκεῖ μὲν ἐκ θεοῦ προστάγματος εἰς εὐταξίαν θαλάσσης ἐκ θεοῦ εἴρηται ὁ τοῦ ὅρου λόγος, ἐνταῦθα δὲ ἀφ᾿ ἑαυτῆς ἡ κακία καὶ ἡ πλάνη τυφλώττουσα τὸν νοῦν καὶ τὸν εὐσεβῆ λογισμὸν ἀποστρεφομένη προὔλαβε καθ’ ἑαυτῆς ὥσπερ κύματα ἐγείρειν. τὰ σχέτλια τῶν προαπαγγελλομένων αὐτῆς ὑπολήψεων ἑτέροις κύμασιν ἑαυτῆς σθυ- κρούουσα καὶ ἐν ἑαυτῇ ἀεὶ συντριβομένη ἑαυτήν <τε> διαλύουσα, — ἢ καθάπερ ἑρπετὸν δεινὸν ἑαυτὸ λυμαινόμενον καὶ ἀντιστρεφόμενον ἀπὸ τῆς κέρκου καὶ ἑαυτὸ βιβρῶσκον αὐτὸ ἑαυτοῦ ἀναλωτικὸν γινόμενον.

---

Epiphanius, Panarion (Adversus haereses), ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg002.local001/.
