Ancient Greek
27.3 to 27.8
Epiphanius, Panarion (Adversus haereses) 27.3-8
Not analysed yet
ἐπὶ τούτῳ γὰρ ἐπληροῦτο τὸ ἐν τῷ νόμῳ εἰρημένον, ἕως αὐτοῦ τοῦ χρόνου διαρκέσαν καὶ ἐν αὐτῷ ἀφιστάμενον, εἰς πλήρωμα δὲ μεθιστάμενον, ὅπερ ἴφη ἡ Σεπφώρα, ὅτι »ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου«. καὶ οὐκ εἶπεν ὅτι περιέτεμόν μου τὸ παιδίον«· οὐ γὰρ ᾠκονόμει ὁ ἀποσταλεὶς ἄγγελος, ἵνα περιτομὴ γένηται, ἀλλὰ οὐδὲ τὸ αἷμα τῆς περιτομῆς φοβηθεὶς ἀπέστη, ἀλλὰ |ὑπομνήσεως χάριν τοῦ μέλλοντος 288 παιδίου τὸ αἷμα τῆς περιτομῆς ἱστᾶν *,ὅπερ ἀκούσας καὶ οἰκονομήσας ἀπέστη. καὶ ποίου παιδίου, ἄκουε, ἀλλ’ ἢ περὶ οὗ εἶπεν ὁ προφήτης ὅτι »θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν«, τὸ μὲν γεννηθὲν παιδίον δεικνὺς ἐν ἀληθείᾳ, ὅπως σημάνῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν, τὸ γε »υἱὸς ἐδόθη ἡμῖν‘, ὅπως δείξῃ τὸν ἄνωθεν θεοῦ Λόγον καὶ υἱὸν θεοῦ αὐτὸν δοθέντα καὶ ἐν μήτρᾳ γενόμενον ἐνανθρωπήσαντα, ἔχοντα ἀμφότερα θεὸν καὶ ἄνθρωπον, αὐτὸν θεὸν αὐτὸν ἄνθρωπον, αὐτὸν υἱὸν ἄνωθεν δοθέντα αὐτὸν παιδίον γεννηθέντα. ἐφ᾿ οὗ ἔστη λοιπὸν τὸ αἷμα τῆς περιτομῆς, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ λέγει, ὅτε ἀνῆλθον Ἕλληνες θεάσασθαι αὐτὸν καὶ ἠλθον πρὸς Φίλιππον καὶ λέγουσιν αὐτῷ· δεῖξον ἡμῖν τὸν Ἰησοῦν, καὶ ὁ Φίλιππος τῷ Ἰωάννῃ καὶ ὁ Ἰωάννης τῷ Ἰησοῦ ἔφη ὅτι »τινὲς Ἕλληνες βούλονταί σε θεάσασθαι«, καὶ εὐθὺς ὁ κύριος ἀποκρίνεται λέγων νῦν ἔφθασεν ἡ δόξα τοῦ θεοῦ«, ἴνα δείξῃ περιτομὴν μὲν παρερχομένην τὴν ἔνσαρκον καὶ τύπῳ ὑπηρετήσασαν ἄχρι χρόνου, τὴν δὲ ἐν σαρκὶ ἀκροβυστίαν ἐν πνεύματι ἔχουσαν μείζονα περιτομήν, θεωροῦσαν Χριστὸν καὶ αὐτὸν έν ἀληθείᾳ κατειληφυῖαν.